Νόννος ο Πανοπολίτης - ΔΙΟΝΥΣΙΑΚΑ

Νόννος Πανοπολίτης, ὁ ἐποποιός, ὁ ἐκ τῆς Πανοῦ τῆς Αἰγυπτίας γεγενημένος, ἤκμασε περὶ τὸ ἔτος 450. περὶ τὸ ἔτος 440 τὸν κατὰ Ἰωάννην εὐαγγελίον παραφράσε δι᾽ ἐπῶν καὶ τὰ Διονυσιακὰ ποιήσε περὶ τὸ ἔτος 460.

Νόννος ἐγώ· Πανὸς μὲν ἐμὴ πόλις· ἐν Φαρίηι δὲ
ἔγχει φωνήεντι γονὰς ἤμησα Γιγάντων.
[Anthologia Graeca IX 198]

Ο Νόννος ο Πανοπολίτης ήταν ένας σημαντικός Έλληνας επικός ποιητής και συγγραφέας από την Πανόπολη της Αιγύπτου . Ο ίδιος  γράφει ότι έζησε και έγραψε τον 4ο αιώνα, αλλά οι σύγχρονοι μελετητές τον τοποθετούν στον 5ο αιώνα. Ίσως οι καινοτομίες που είναι γνωστό ότι εισήγαγε στο έπος να οδήγησαν στην εκτίμηση αυτή.
Κύριο έργο του είναι το επικό ποίημα Διονυσιακά που αποτελείται από 21.000 στίχους σε 48 βιβλία-ραψωδίες. Εκεί περιέχεται πλήρης η ιστορία της ζωής και της δράσης του θεού Διόνυσου, γραμμένη σε εξάμετρους στίχους και απεικονίζοντας σε μυθικό επίπεδο στοιχεία από την εκστρατεία του Μεγάλου Αλεξάνδρου. Αυτό είναι και το τελευταίο μεγάλο ποίημα της αρχαιότητας, επηρεασμένο από την ομηρική παράδοση και την τραγωδία.

Ο Νόννος έζησε στην Αλεξάνδρεια, και μάλλον είχε πρότυπό του τον Απολλώνιο τον Ρόδιο. Έτσι μελέτησε κι αυτός πολύ τα σπάνια συγγράμματα της Βιβλιοθήκης της Αλεξάνδρειας, και έγραψε ένα έργο με πολλές αναφορές σε μύθους που δεν σώζονται κάπου αλλού. Για αυτό πρέπει να του συγχωρεθεί η χαλαρή πλοκή του έπους του.
Αναφέρεται και ο τίτλος Βασσαρικά ενός χαμένου ως λέγεται έπους του. Κάποιος φιλόλογος πάντως διατύπωσε την θεωρία ο τίτλος αυτός να είναι υπότιτλος του ιδίου έργου, δηλαδή των Διονυσιακών.

Γλωσσολογικά τα Διονυσιακά φαίνεται να υιοθετούν μια πολύ δύσκολη διάλεκτο, ίσως δυσκολότερη και του Ομήρου. Ο Νόννος συχνά φαίνεται να κάνει επίδειξη γνώσεων, όπως και το πρότυπό του ο Απολλώνιος. Η μεγαλύτερη καινοτομία του στον στίχο θεωρείται η εισαγωγή του τρίτου τροχαίου.

Προς το τέλος της ζωής του ο Νόννος απέδωσε σε δακτυλικό εξάμετρο μια παράφραση του Κατά Ιωάννην Ευαγγελίου. Επίσης βαπτίστηκε Χριστιανός, και ίσως αυτό διέσωσε τα Διονυσιακά, ενώ σημαντικότερα έργα άλλων συγγραφέων χάθηκαν.



Δ ι ο ν υ σ ι α κ ά
Π ε ρ ι ο χ ὴ τ ῶ ν  Δ ι ο ν υ σ ι α κ ῶ ν  π ο ι η μ ά τ ω ν

α´ - κδ´
κε´ - μη´

Δ ι ο ν υ σ ι α κ ῶ ν   Α

Πρῶτον ἔχει Κρονίωνα,
φαεσφόρον ἅρπαγα νύμφης,
καὶ παλάμαις Τυφῶνος
ἀρασσόμενον πόλον ἄστρων.
________________________________________________


Εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς,
νυμφιδίωι σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ,
καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην
Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας
5
Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης,
φειδομέναις παλάμηισι τομὴν μηροῖο χαράξας,
ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,
εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνωι
ὃς πάρος ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσηι
10
τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.

ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
καὶ παλάμηι δότε θύρσον ἀειδομένου Διονύσου.
ἀλλὰ χοροῦ ψαύοντι Φάρωι παρὰ γείτονι νήσωι
στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη
15
ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω.
εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῶι,
μέλψω θεῖον ἄεθλον, ὅπηι κισσώδεϊ θύρσωι
φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων·
εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,
20
Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης
μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης·
εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν
πόρδαλις ἀίξηι πολυδαίδαλον εἶδος ἀμείβων,
ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν
25
πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων·
εἰ δέμας ἰσάζοιτο τύπωι συός, υἷα Θυώνης
ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην,
ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου·
εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω
30
κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου·
εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων,
μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυάδι ληνῶι
βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῶι.

ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ
35
νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος
σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς
νεκταρέης, βυθίηι δὲ παρ᾽ Εἰδοθέηι καὶ Ὁμήρωι
φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάωι.
εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ
40
ἄλλωι δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω
Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,
ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας
δέρμα παρηιώρησε φυτῶι κολπούμενον αὔραις,
γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.
45
ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.

Σιδονίης ποτὲ ταῦρος ἐπ᾽ ἠιόνος ὑψίκερως Ζεὺς
ἱμερόεν μύκημα νόθωι μιμήσατο λαιμῶι
καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,
κυκλώσας παλάμας περὶ γαστέρα δίζυγι δεσμῶι,
50
βαιὸς Ἔρως κούφιζε· καὶ ἐγγύθεν ὑγροπόρος βοῦς,
κυρτὸν ὑποστορέσας λοφιὴν ἐπιβήτορι κούρηι,
δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,
Εὐρώπην ἀνάειρε. - διεσσυμένοιο δὲ ταύρου
πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
55
ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη
δείματι παλλομένη βοέωι ναυτίλλετο νώτωι
ἀστεμφὴς ἀδίαντος. ἰδὼν δέ μιν ἦ τάχα φαίης
ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν Ἐννοσιγαίου
ἢ λοφιῆι Τρίτωνος ἐφεζομένην Ἀφροδίτην.
60
καὶ πλόον εἱλιπόδην ἐπεθάμβεε Κυανοχαίτης,
Τρίτων δ᾽ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων
ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλωι
ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα
θαῦμα φόβωι κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,
65
ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον. - ἀκροβαφῆ δὲ
ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,
καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης
πηδάλιον κέρας ἔσχε, καὶ Ἵμερος ἔπλετο ναύτης.
καὶ δολόεις Βορέης γαμίηι δεδονημένος αὔρηι
70
φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρωι δὲ
ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῶι.
ὡς δ᾽ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,
ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,
καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χείρ,
75
νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης
ἡμιφανὴς πεφόρητο δι᾽ ὕδατος ὑγρὸς ὁδίτης,
κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου
δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή·
ὣς ὅγε τὴν ἤειρε. - τιταινομένοιο δὲ ταύρου
80
βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῶι
καί, νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων,
Κυπριδίηι ποίμαινε καλαύροπι νυμφίον Ἥρης
εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ
παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ
85
ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα. -
καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῶι
οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην
Οὐρανίης ὤδινεν ἀπ᾽ αὔλακος ἔγκυον ὕδωρ.
καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης
90
κούρη φόρτος ἔην καὶ ναυτίλος. - εἰσορόων δὲ
μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης,
τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης·

«ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων
νήχεται ἀτρυγέτοιο δι᾽ ὕδατος ἀγρονόμος βοῦς;
95
μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου
ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης; -
παπταίνω κατὰ κῦμα νόθον πλόον. ἦ ῥα Σελήνη
ἄζυγα ταῦρον ἔχουσα μετ᾽ αἰθέρα πόντον ὁδεύει;
ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;
100
οὐ βοῒ χερσαίωι τύπον εἴκελον εἰνάλιος βοῦς
ἔλλαχεν - ἰχθυόεν γὰρ ἔχει δέμας -, ἀντὶ δὲ γυμνῆς
ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην
Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει.
εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρωι δὲ
105
γλαυκὰ διασχίζει βοέωι ποδὶ νῶτα θαλάσσης,
καὶ σύ, βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης,
γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς,
νηὶ θαλασσαίηι Δημήτερος αὔλακα τέμνων,
χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων. -
110
ταῦρε, παρεπλάγχθης μετανάστιος. οὐ πέλε Νηρεὺς
βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,
οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσηι
ἀτρυγέτωι πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ
πηδαλίωι τέμνουσι καὶ οὐ σχίζουσι σιδήρωι·
115
αὔλακας οὐ σπείρουσιν ὀπάονες Ἐννοσιγαίου,
ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ,
ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη. -
ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ
ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;
120
ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην
ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;
μὴ δόλον ἄλλον ὕφαινε πάλιν μετὰ δέμνια Τυροῦς,
ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθ᾽ ὑδατόεις παρακοίτης
χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;»
125
τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης
θαμβαλέος. - βοέους δὲ γάμους μαντεύσατο κούρη,
καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν·

«κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρωι,
εἰ βόες εἰσαΐουσιν· ‹ἀμείλιχε, φείδεο κούρης.›
130
εἴπατέ μοι, ῥηγμῖνες, ἐμῶι φιλόπαιδι τοκῆι
Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρωι
ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτηι.
μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.
ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,
135
δέξο με σαῖς πτερύγεσσι μετάρσιον! Ἴσχεο, φωνή,
μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.»

ὣς φαμένη ῥαχίηισι βοὸς πορθμεύετο κούρη·
Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.
140
ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι
φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,
εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου
ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην
ἠερίωι ξένον ἴχνος ἐρετμώσαντες ἀήτηι,
145
καὶ πόλος ἑπτάζωνος ἱμάσσετο. καὶ γὰρ ἐς εὐνὴν
Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσηι
Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
αἰθέρος ἔντεα θῆκε μυχῶι κεκαλυμμένα πέτρης
καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν
150
καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,
καὶ κρυφίωι σπινθῆρι πυριγλώχινος ὀιστοῦ
πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων
Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῶι.

καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς Ἀρούρης
155
ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς,
ὅπλα πυρός. πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν
παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν·
συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπωι
πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,
160
καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας
οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων
ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῶι.

ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην
ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·
165
εὐπαλάμωι δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου
τῆι μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῆι δὲ πιέζων
ἄξονι κεκλιμένην λοφιὴν ἀνεσείρασεν Ἄρκτου
Παρρασίης, ἑτέρηι δὲ λαβὼν ἀνέκοπτε Βοώτην,
ἄλληι Φωσφόρον ἕλκε, μάτην δ᾽ ὑπὸ κυκλάδι νύσσηι
170
πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης·
εἴρυσεν Ἠριγένειαν· ἐρυκομένοιο δὲ Ταύρου
ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη.
καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων
ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ
175
Ἠελίωι σελάγιζε συναντέλλουσα Σελήνη.

οὐδὲ Γίγας ἀπέληγε· παλιννόστωι δὲ πορείηι
ἐς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη.
καὶ δολιχῆι παλάμηι δεδραγμένος Ὑδροχοῆος
νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος·
180
καὶ διδύμους ἐπὶ πόντον ἀπ᾽ αἰθέρος Ἰχθύας ἕλκων
Κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,
γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου
ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχληι.

ὁλκαίοις δὲ πόδεσσιν ἀνηιώρητο Τυφωεὺς
185
ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν,
αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν
ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,
οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθηι
190
ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης
ἀστραίαις παλάμηισιν ἰσόζυγα κύκλον ἑλίξας,
δέσμιον Ἀνδρομέδην ἑτέρωι σφηκώσατο δεσμῶι
λοξὸς ὑπὸ σπείρηισιν· ὁ δὲ γλωχῖνι κεραίης
ἰσοτύπου Ταύροιο δράκων κυκλοῦτο κεράστης,
195
οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου
ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,
οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων
ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην.
καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,
200
πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου·
καὶ Στεφάνωι στέφος ἄλλο περιπλέξας Ἀριάδνης,
αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῶι.

καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου
αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς
205
νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων
καὶ λόφον Ἀτλάντειον. - ἐνὶ βρυόεντι δὲ κόλπωι
πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης
εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων
αὐερύσας στατὸν ἵππον ὑποβρυχίηι παρὰ φάτνηι
210
οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην
αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου
Ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι· -
πολλάκι δ᾽ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος
ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
215
ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,
καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῶι
ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,
λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης. -
οὐδὲ κορυσσομένωι Τιτηνιὰς εἴκαθε Μήνη·
220
μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις
ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης·
καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης
χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.

ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι,
225
καὶ στίχες οὐρανίων ἑλίκων νωμήτορι κύκλωι
εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῶι
αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,
καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,
καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλωι δὲ κυδοιμῶι
230
ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,
ἀντιπόρους δ᾽ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δ᾽ ἠχῆι
οὐρανίωι κενεῶνι πεπαρμένος ὄρθιος ἄξων
μεσσοπαγής. - ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν
Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος
235
φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης·
καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος
δίψιος ἀστερόεντι Κύων ἐπεπάφλασε λαιμῶι
πέμπων θερμὸν ὕλαγμα καὶ ἠθάδος ἀντὶ Λαγωοῦ
θηρσὶ Τυφαονίοισιν ἀνήρυγεν ἀτμὸν ὀδόντων. -
240
καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ
οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν
Πληιάδων ἀλάλαζε βοῆς ἑπτάστομος ἠχώ,
καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται. -
σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
245
αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν
γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,
στικτὸν ἀκοντίζων σκολιὸν βέλος· ἀμφὶ δὲ πυρσῶι
λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ
ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·
250
καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος
Τοξευτὴρ βέλος ἧκεν. Ἁμαξαίωι δ᾽ ἐνὶ κύκλωι
μεσσοφανὴς διδύμηισι Δράκων μεμερισμένος Ἄρκτοις
αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης.
γείτων δ᾽ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
255
πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης.
γούνατι δ᾽ Εἰδώλοιο καὶ ἀγχιπόρωι παρὰ Κύκνωι
Φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.

Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
260
Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῶι·
καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
εἰς σκοπέλους μετένασσε, μετ᾽ αἰθέρα πόντον ἱμάσσων· -
νισομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῶι
φαίνετο γυμνωθεῖσα δι᾽ ὕδατος ἄβροχος ὀσφύς,
265
καὶ μεσάτωι βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῶι·
νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσηι
ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντωι
ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
270
βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ
θλιβομένη νεφέεσσι· - Γιγαντείου δὲ καρήνου
φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπωι·
πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντου,
275
Γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης
ἀκλύστοις λαγόνεσσιν· ἐμυκήσαντο δὲ φῶκαι,
καὶ βυθίηι δελφῖνες ἐνεκρύπτοντο θαλάσσηι·
καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων
πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρηι,
280
καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή.
οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ
οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς
ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων. -
πυργώθη δὲ θάλασσα καὶ ὠμίλησεν Ὀλύμπωι
285
ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρωι δὲ ῥεέθρωι
ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντωι. -
καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς
χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῶι
νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης,
290
ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας.
μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων
ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπωι
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.

καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην
295
Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῶι.
ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτηισιν ἀείρων
χερσὶ διηκοσίηισι πέλωρ ἐμόγησε Τυφωεὺς
βριθοσύνηι· παλάμηι δὲ μιῆι κούφιζε Κρονίων. -
ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς
300
βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς
ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῶι
ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·
ἀστεροπὴ δ᾽ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῶι
μαρμαρυγῆι σελάγιζε κατηφέι λεπταλέον πῦρ·
305
καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,
ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ
οὐρανίην ποθέοντες ἐθήμονα χεῖρα φορῆος. -
310
ὡς δ᾽ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ
ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων
πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῶι
χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,
οἰστρηθεὶς δ᾽ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,
315
στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,
προσθιδίους προβλῆτας ἐκούφισε γούνατα κάμπτων,
καὶ λόφον ἠιώρησεν, ἐπ᾽ ἀμφοτέρων δέ οἱ ὤμων
ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·
ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίηισιν ἀείρων
320
μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ.

ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,
τόφρα δὲ Δικταίης ὑπὲρ ἠιόνος ὑγροπόρος βοῦς
ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.
καὶ Κρονίδην ὁρόωσα πόθωι δεδονημένον Ἥρη
325
ζηλομανὴς γελόωντι χόλωι ξυνώσατο φωνήν·

«Φοῖβε, τεῶι γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς
Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.
αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω·
‹τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.›
330
ὡς Νόμιος, Κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,
μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,
μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος
Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθληι. -
Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,
335
ὅττι σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσηι
ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρωι παρακοίτηι.
Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνηι,
μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,
καὶ κιθάρην ὀπάσειε τεῶι πάλιν υἱέι Φοίβωι
340
ἅρπαγος ἁρπαμένου κειμήλιον. - ἀλλὰ τί ῥέξω;
ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων
Ἄργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων
πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.»

ἡ μὲν ἔφη. Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
345
εἴκελος ἠιθέωι περιδέδρομεν ἄζυγα κούρην·
καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης
μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ
οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,
καὶ κύσε χείλεος ἄκρον· ἀναπτύξας δὲ σιωπῆι
350
ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης
ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.

καὶ διδύμηι σφριγόωσα γονῆι κυμαίνετο γαστήρ·
καὶ ζαθέης ὡδῖνος ἑὴν ἐγκύμονα νύμφην
κάλλιπεν Ἀστερίωνι, βαθυπλούτωι παρακοίτηι,
355
Ζεὺς πόσις. ἀντέλλων δὲ παρὰ σφυρὸν Ἡνιοχῆος
νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
εἰαρινῶι Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,
ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ
δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων
360
φαίνεται, ἑσπερίην δὲ θοώτερος ἄντυγα βαίνων
σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.

ὣς ὁ μὲν ἐστήρικτο κατ᾽ οὐρανόν. - οὐδὲ Τυφωεὺς
μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρωι γὰρ
Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσσας
365
φοιταλέωι μαστῆρι δι᾽ οὔρεος ἤντετο Κάδμωι
πλαζομένωι, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν
ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.
καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν
δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·
370
πλέξας δ᾽ ἐκ καλάμων καλύβην ἑλικώδεϊ δεσμῶι
πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστωι τινὶ μορφῆι
ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου
εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα·
καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμωι
375
δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.
ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης
Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν·

«Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται·
δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ
380
τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς.
αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει
αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῶι; -
δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ
ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·
385
δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν
ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσηι
ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. - γίνεο βούτης
ἐς μίαν ἠριγένειαν, ἀμερσινόωι δὲ λιγαίνων
ῥύεο ποιμενίηι σέο πηκτίδι ποιμένα κόσμου,
390
μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,
μὴ βροντὴν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
μαρνάμενον στεροπῆισι καὶ αἰχμάζοντα κεραυνῶι. -
εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
κερδαλέης σύριγγος ἀλεξικάκωι σέο μολπῆι
395
θέλγε νόον Τυφῶνος· ἐγὼ δέ σοι ἄξια μόχθων
δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω
ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.

καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης. -
400
εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,
ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσηις. -
ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ
ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί. -
πανδαμάτωρ, ἕνα βάλλε τεῶι πυρί, θελγόμενον δὲ
405
σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων· -
Καδμείης δ᾽ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς,
ὅσσον ἐγὼ πόθον ἔσχον ἐς Εὐρώπης ὑμεναίους.»

ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρωι,
ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. - ὀξὺ δὲ τείνων
410
Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,
κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης
καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,
πέμπε Τυφαονίηισι δολοπλόκον ὕμνον ἀκουαῖς
οἰδαλέηι φύσημα παρηίδι λεπτὸν ἰάλλων.
415
ἔνθα Γίγας φιλάοιδος ἐχιδναίωι ποδὸς ὁλκῶι
ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δ᾽ ἄντρου
ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίηι
τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν
ἑσπόμενος μελέεσσιν. ἰδὼν δέ μιν ἐγγύθι λόχμης
420
Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρηι.
ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας
νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,
καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπωι δὲ
ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
425
ἀγνώσσων· μεσάτωι δὲ δαφοινήεντι προσώπωι
ἀνδρομέωι γελόων κενεαυχέα ῥήξατο φωνήν·

«αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;
καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,
καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῆισιν ἀείρειν·
430
τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῶι;
πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς
ὄργανον αὐτοβόητον Ὀλύμπιον. ἑζόμενος δὲ
χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς
πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς. -
435
σῶν δ᾽ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ
οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,
ἀλλὰ κυλινδομένας νεφέλας νεφέληισι συνάπτων
οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω. -
στήσω δ᾽, ἢν ἐθέληις, φιλίην ἔριν· ἀλλὰ σὺ μέλπων
440
πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω·
πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν
φυσιάαις στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος
ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί. -
βουκόλε, μισθὸν ἔχεις σέο πηκτίδος· οὐράνιον γὰρ
445
ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,
ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω
αὐτῆι ὁμοῦ σύριγγι καί, ἢν ἐθέληις, ἅμα ποίμνηι. -
οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ
στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος
450
ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπωι
πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει. -
στήσω δ᾽ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου
σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπωι,
ἢ δροσερὴν παρὰ νύσσαν, ὅπηι ζωθαλπέι λαιμῶι
455
ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης. -
οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης
αἰθερίοις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη·
καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ
ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνηι. -
460
ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης
φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων
ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῶιος Ἁμάξης,
οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν. -
σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου·
465
μολπῆς δ᾽ ἄξια δῶρα παρ᾽ ἀστεροφεγγέι κύκλωι
στηρίξω σέθεν αὐλὸν Ὀλύμπιον, ἡδυμελῆ δὲ
οὐρανίηι Φόρμιγγι τεὴν σύριγγα συνάψω. -
σοὶ γάμον, ἢν ἐθέληις, δωρήσομαι ἁγνὸν Ἀθήνης·
εἰ δέ σοι οὐ Γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ
470
ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης·
μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης. -
εἰ δὲ λάχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,
ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω·
εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,
475
δώσω σοι τόδε δῶρον. - ἐγὼ δ᾽ ἐς Ὄλυμπον ὁδεύσω
οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ
ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;
ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,
γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου
480
σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.»

εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.
ἀλλ᾽ ὅτε δὴ γίνωσκεν ἑκούσιον ἐς λίνον ἄγρης
νήματι Μοιριδίωι πεφορημένον υἱὸν Ἀρούρης
τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρωι,
485
κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·

«βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας·
εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω
ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;
καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων
490
Φοῖβον ἐμῆι φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ
χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῶι
υἱέι νικηθέντι φέρων χάριν· - εἰ δέ ποθ᾽ εὕρω
νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων
θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·
495
καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι Γαίηι,
Ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω
τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,
ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας
στήσω καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης. -
500
ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνωι
μοῦνον ἔα Κλυτότοξον, ὅπως παρὰ δεῖπνα τραπέζης
δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,
τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων·
Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ
505
Φοίβου κῶμον ἄγοντος ἢ ὑμετέροιο νομῆος
θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῆι.»

ἔννεπε· καὶ χαροπῆισιν ἐπ᾽ ὀφρύσι νεῦσε Τυφωεύς,
καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων
ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.
510
καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας
νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμωι,
νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίηι ποτὲ χάρμηι·
καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ἤινεσε ποιμήν.

καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν
515
ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρηι,
Ζηνὶ Γιγαντοφόνωι πεφυλαγμένα· φειδομένωι δὲ
λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,
θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,
λαρότερον μέλος εἶπε. καὶ οὔατα πολλὰ τιταίνων
520
ἁρμονίης ἤκουε καὶ οὐ γίνωσκε Τυφωεύς.
θελγομένωι δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν
ἀθανάτων ἅτε φύζαν ἑῆι σύριγγι λιγαίνων,
καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην
ἑζομένωι Τυφῶνι μόρον Τυφῶνος ἀείδων. -
525
καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρωι
ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρηι,
καὶ πῆι μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,
πῆι δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης
δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρηι
530
σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει
αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῆι
θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπὴν
οὐδὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὣς ὅ γε Κάδμωι
θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.

Δεύτερον ἀστερόφοιτον
ἔχει Τυφῶνος ἐνυὼ
καὶ στεροπὴν καὶ ἄεθλα
Διὸς καὶ κῶμον Ὀλύμπου.
________________________________________________



Ὣς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης
ἀκροπόρωι σύριγγι μετάτροπα χείλεα σύρων,
Κάδμος Ἀγηνορίδης νόθος αἰπόλος· ἀπροϊδὴς δὲ
Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων
5
χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῶι.
καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτωι παρὰ πέτρηι,
μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ
λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς
βουκόλον ἀλλοπρόσαλλον. - ὁ δὲ πλέον ἡδέι κέντρωι
10
ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.
ὡς δ᾽ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων
εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,
θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων
γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,
15
ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης
τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσσας
Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου·
ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς
πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.
20
ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρηι
ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος
ἁρμονίην τ᾽ ἀνέκοψεν. ἀερσιπόδης δὲ Τυφωεὺς
οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,
βροντὴν δ᾽ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσηι
25
καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῶι
ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,
καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς
ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου,
αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπωι.
30
καὶ ποδὸς ἀγκύλον ἴχνος ἔχων ὀφιώδεϊ ταρσῶι
ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος·
ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίηισιν ἐθείραις
πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι. -
καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην
35
ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν
ποσσὶ δρακοντείοισι, πολυσφαράγωι δὲ κυδοιμῶι
Ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος
γείτονες ὡρχήσαντο φόβωι Παμφυλίδες ὄχθαι.
καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι
40
ἠιόνες, σείοντο μυχοὶ καὶ ὀλίσθανον ὄχθαι
λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῶι.

οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες. ὠμοβόροι γὰρ
ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου
ἀρκτώιαις γενύεσσι· λεοντείων δὲ καρήνων
45
γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων
χάσμασιν ἰσοτύποισιν· ἐχιδνήεντι δὲ λαιμῶι
ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων·
ἠερίους δ᾽ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῶι
ἱπταμένους ἀβάτοιο δι᾽ αἰθέρος, ἀγχιφανῆ δὲ
50
αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει·
ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ὤικτειρε δοκεύων
αἱμοβαφῆ ζυγίωι κεχαραγμένον αὐχένα δεσμῶι.

καὶ ποταμοὺς ἐκόνισσε πιὼν ἐπιδόρπιον ὕδωρ,
Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων.
55
καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῶι
ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη
Νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῶι
κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων
σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῶι.
60
μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν
ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν
νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις.
οὐ σπόρον ἀμφεκάλυψε πέδωι ταλαεργὸς ἀροτρεὺς
65
ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλωι χθόνα καρπῶι,
οὐδὲ Τυφαονίης παλάμης νωμήτορι καρπῶι
αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρωι,
ἀλλὰ βόας μεθέηκε. - Γιγαντείωι δὲ βελέμνωι
σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης
70
καὶ διερὴν φλέβα λῦσαν· ἀνοιγομένου δὲ βερέθρου
χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,
ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ.
καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις
ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσηι,
75
ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων
αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων.

δένδρεα δ᾽ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης,
καὶ δαπέδωι πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ
κῆπος ἀιστώθη, ῥοδόεις δ᾽ ἀμαθύνετο λειμών.
80
καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων
αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς
αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,
πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων
κοπτομένηι πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνηι·
85
κεκλιμένην δ᾽ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν·
καί, Μορίην μνησθεῖσα, φερέπτολιν Ἀτθίδα Νύμφην,
τεμνομένηι Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίηι·
καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,
πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην
90
βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος·
καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,
μηκέτι κῶμον ἄγουσα θαλύσιον. Ἀδρυάδες δὲ
ἥλικες ὡδύροντο λιπόσκια δένδρεα Νύμφαι.

καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου
95
σύγχρονος ἀκρήδεμνος Ἁμαδρυὰς ἄνθορε δάφνης,
ἐκ πίτυος δὲ φυγοῦσα βατῶι ποδὶ παρθένος ἄλλη
ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφηι·

«δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω
ἀμφοτέραις, μὴ Φοῖβον ἴδηις, μὴ Πᾶνα νοήσω.
100
ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης
τέμνετε δειλαίης τετμημένα· φείδεο, τέκτων,
ὁλκάδα μὴ τελέσηις πιτυώδεα δούρατα τέμνων,
μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.
ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν· ἀντὶ κορύμβων
105
κόπτε με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ
πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,
ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,
εἰσέτι νῆις ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.»

ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,
110
καὶ χλοερῶι ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ
αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῶι·
ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν·

«παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ
ἐκ δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη. -
115
πῆι δὲ φύγω; σκοπέλους ὑποδύσομαι . . . ἀλλὰ κολώνας
ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,
καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,
ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ
ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ. -
120
οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ὑψιφανῆ δὲ
οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ
Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος . . . ἀλλὰ Κρονίων
Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας. -
ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; . . . ἀλλ᾽ ἐνὶ πόντωι
125
Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων. -
αἴθε λάχον πτερὰ κοῦφα· δι᾽ ὑψιπόρου δὲ κελεύθου
ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω;
ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς
ἠλιβάτοις παλάμηισιν ἐπιψαύει νεφελάων. -
130
εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω,
μίξομαι ὀρνίθεσσι, συνιπταμένη Φιλομήληι
καί, ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην,
ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,
φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,
135
ὀρχηθμῶι πτερόεντι περισκαίρουσα καλιήν.
Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν σέο πενθάδι μολπῆι
υἱέα δακρύσειας, ἐγὼ δ᾽ ἐμὰ λέκτρα γοήσω;
Ζεῦ ἄνα, μὴ τελέσηις με χελιδόνα, μή με διώξηι
καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς. -
140
ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης
κρύπτομαι; ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν
ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι. -
εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθώ,
πατρώιων κεράσασα νεόρρυτα χεύματα μύθων;
145
οὐκ ἐθέλω παρὰ Κύδνον, ὅτι προχοῆισι συνάψω
παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ. -
πῆι δὲ φύγω; Τυφῶνι μιγήσομαι; . . . ἀλλὰ λοχεύσω
ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι. -
εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω
150
οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης
μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.
ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω
ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις
155
γείτονος αἰγείροιο περίπλοκα φύλλα πελάσσω
δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην·
οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι . . . ἵλαθι, Δάφνη,
αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης. -
ἔσσομαι, ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν
160
λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται;
ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ·
ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.»

ἡ μὲν ἔφη· Φαέθων δὲ πόλον δινωτὸν ἐάσσας
εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρώισκουσα δὲ γαίης,
165
ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ
οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι,
αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλωι παρὰ Νείλωι
ἀθάνατοι πλάζοντο, παρ᾽ ὀφρυόεντι δὲ Ταύρωι
Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.
170
νὺξ μὲν ἔην· φρουραὶ δὲ πέριξ στίχες ἦσαν Ὀλύμπου
ἑπτὰ περὶ ζώνηισι, καὶ οἷά περ ὑψόθι πύργων
ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δ᾽ ἑτερόθροος ἄστρων
ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς
ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης.
175
καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρηισι καλύπτραις
οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι,
ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων
ἀστέρες Ἀτλάντειον ἐπεκλήισαν ὀχῆα,
μὴ λόχος εἰσέλθηισι πόλον μακάρων ἀπεόντων.
180
ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ
ἐννυχίαις πτερύγεσσι μέλος σύριζον Ἀῆται.
αἰθερίωι δὲ τένοντι συνέμπορος Ἀρκάδος Ἄρκτου
ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων
ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,
185
ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ
ἑσπερίην· Νοτίας δὲ λιπὼν Ἰθύντορι τόξων
ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.

καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων
καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης
190
ὡς δαΐδες σελάγιζον· ἀελλήεντι δὲ ῥόμβωι
πυκνὰ διαθρώισκοντες ἀπ᾽ αἰθέρος ἄκρον Ὀλύμπου
ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῶι
δεξιτεροὶ Κρονίωνι· κυβιστητῆρι δὲ παλμῶι
πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων
195
ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίηισι δὲ ῥιπαῖς
κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,
καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας
φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης·
καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ
200
ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῶι
Ζηνὶ συναιχμάζοντες, ὑπ᾽ ἀκτίνεσσι δὲ λάμπων
ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρωι
Ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,
χλωρὰ μελαινομένωι, ῥοδοειδέι λευκὰ κεράσσας.
205
καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη
ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλωι,
Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα
ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·

«Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω
210
μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην·
μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ
ἀστεροπὴν κούφιζε, σελασφόρον ἔγχος Ὀλύμπου,
καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ. -
ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου
215
χερσὶ Τυφαονίηισιν· ὁμοζυγέων δὲ λυθέντων
στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ,
Ἥβη λεῖπε κύπελλον, Ἄρης δ᾽ ἀπεσείσατο λόγχην,
Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δ᾽ ἔρριψεν Ἀπόλλων
καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,
220
εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης
ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης.
ἁρμονίης δ᾽ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ
πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη
τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσσας
225
σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων
ὁ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,
καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.
ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;
μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,
230
οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,
ἀλλὰ σὲ καὶ σέο τέκνα. - σὺ δὲ κτυπέοντι κεραυνῶι
Ἀρτέμιδος προμάχιζε σαόφρονος. ἦ ῥα φυλάσσω
παρθενικὴν ἀνάεδνον ἀναγκαίωι παρακοίτηι;
ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει
235
χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι Ἰοχεαίρηι
ἵλαον Εἰλείθυιαν, ὅτ᾽ Εἰλείθυια λοχεύσηι;»

ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας
εὔνασεν ἀμπνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων
ἦν τότε μοῦνος ἄυπνος. ἐφαπλώσας δὲ Τυφωεὺς
240
νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις
πλήσας μητέρα Γαῖαν· ἀνοιγομένοιο δὲ κόλπου
χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ
εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις.

ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν
245
εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς
Ζῆνα μέγαν καλέων· βλοσυρὴ δέ οἱ ἵκετο φωνή,
ῥιζοπαγὴς ὅθι πέζα παλίμπορος Ὠκεανοῖο
τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου,
ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρηι.
250
φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς
παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ·
τοῦ δὲ κορυσσομένοιο φυῆς πολυειδέι μορφῆι,
ὡρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων,
ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,
255
πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων,
λύσσα κυνῶν· μεσάτηι δὲ Γίγας βροτοειδέι μορφῆι
Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·

«χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου
σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου
260
κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίηι
κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας,
ἄντυγα δ᾽ ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου,
μηκέτι δειμαίνων ἕλικα δρόμον - οὐ γὰρ ἐάσσω
ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν Ἀρούρης
265
αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην,
ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσσας
μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας
τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων,
ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις
270
ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι,
δμωίδες Ἠελίοιο -· περιπλέγδην δὲ λαβοῦσαι
ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρί, πόντον Ὀλύμπωι. -

καὶ πισύρων Ἀνέμων τελέσω δούλειον ἀνάγκην,
μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω,
275
καὶ Ζέφυρον πλήξαιμι· καὶ ἤματι νύκτα κεράσσω
χειρὶ μιῆι. καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῶι
Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ,
πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων,
ἄστρα κατακλύζειε, καὶ ὕδατι διψὰς ἀλάσθω
280
Ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος. -

ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλου
αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις
ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου·
καὶ βόες ὑγρὰ κέλευθα μετοχλίσσωσι Σελήνης
285
δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων.
καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων
ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου·
αἰθερίωι δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων
ζωιδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·
290
ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης. -
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης
κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων
φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,
καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,
295
καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ. -

δεσμοὺς δ᾽ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω.
ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων
αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων
Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει
300
ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς.
υἱάσι δ᾽ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης
κρύψω ἀλυκτοπέδηισι περίπλοκον υἱέα Μαίης
χαλκέωι ἐν κεράμωι πεφυλαγμένον, ὄφρα τις εἴπηι·
‹λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.›
305
λυσαμένη δ᾽ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης
Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω·
καὶ Τιτυῶι πετάσειε παλαίτερα φάρεα Λητώ,
εἰς γάμον ἑλκομένη βεβιημένον. ἀνδροφόνον δὲ
ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας
310
κοίρανον ὑσμίνης ληίσσομαι, ἀντὶ φονῆος
μείλιχον, ὀψιγάμωι δὲ συναπτομένην Ἐφιάλτηι
Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω
Ἄρεα θητεύοντα καὶ ὡδίνουσαν Ἀθήνην.

καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων
315
οὐρανὸν Ἀτλάντειον ἐλαφρίζειε Κρονίων
ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσηι
ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης. -
οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος γὰρ
δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης
320
αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ
νυμφιδίην τανύσειε Τυφωέι δούλιον αἴγλην·
καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπωι
ἀστέρες ἀστράψειαν, ἐμῶν λαμπτῆρες ἐρώτων,
ἀστέρες ἕσπερα λύχνα. σὺν εὐθαλάμωι δ᾽ Ἀφροδίτηι
325
εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη
δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν,
λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο.
ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι,
πήξατε παστὸν Ἔρωτος· ἀπ᾽ Ὠκεανοῦ δὲ καὶ αὐταί,
330
Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη,
νυμφοκόμωι Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ.
καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης
ἀντὶ Διὸς μέλψειε Τυφωέα Λάτρις Ἀπόλλων. -

οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ
335
Οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω,
οὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα Γαίης.
καὶ Κρόνον ὡμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων
γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου
λύσω δεσμὰ βίαια· παλιννόστους δὲ τελέσσω
340
αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω
Γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω
ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,
ὅττι διηκοσίηισι, καὶ οὐ διδύμαις πολεμίζω
χερσὶν ἐγὼ Κρονίδηι πανομοίιος· ἀντιτύπους δὲ
345
κρέσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῶι
ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ
ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω
ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ
ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.
350
καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην
πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω
αἷμα νέον μακάρων πολυαύχενον. οὐ χορὸν ἄστρων
λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω
ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσηι
355
Παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτηι.»

εἶπεν ὁμοκλήσας· Κρονίδης δ᾽ ἐγέλασσεν ἀκούων.

καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ
πομπὸς Ἔρις Τυφῶνι, Διὸς δ᾽ ἡγήσατο Νίκη
εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης
360
ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,
οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλ᾽ ὑπὲρ αὐτοῦ
αἰθέρος ἵστατο δῆρις, ἔην δ᾽ ἐνὶ γούνασι Νίκης
σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.

Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων
365
αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,
καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας
εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς
ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι
αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπωι,
370
συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.

καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς
φραξάμενος σκοπέλωι σκόπελον μέγαν, εἰσόκε πυκναὶ
ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,
καὶ πέτρην προθέλυμνον ἐπασσυτέρηι θέτο πέτρηι·
375
ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ
ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δ᾽ αὐχήν,
ὑψινεφὴς δ᾽ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·
καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι
αἰπυλόφωι πρηῶνι καλυπτομένων κεφαλάων.
380
μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῆι
ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,
αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,
ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.
δένδρεα δ᾽ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν
385
σειόμενα Κρονίδαο καταντίον ἄλλα τε γαίης
ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότα παλμῶι
Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ·
πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκηι
καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι
390
ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.

πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,
καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται
ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην
κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης
395
Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι
Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι
μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δ᾽ ἀκτὴ
ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δ᾽ ἄρκτου
ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,
400
Πιερικῶι δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη·
ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ
Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.

καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ
ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·
405
καὶ τὰ μὲν ἀίσσοντα Σεληναίωι παρὰ δίφρωι
ἀσταθέων ἀχάρακτα κατέγραφον ἰσχία ταύρων,
ἄλλα δὲ δινηθέντα δι᾽ ἠέρος ὀξέι ῥοίζωι
ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται·
καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ
410
πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ,
γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης·
ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης
Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.

καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας
415
εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς
αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῆι δὲ
στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῶι
δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη
πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,
420
Ἄρης δ᾽ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις
ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,
ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρωι·
ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.
καὶ πῆι μὲν στεροπῆισι κορύσσετο, πῆι δὲ κεραυνῶι,
425
ἄλλοτε δὲ βροντῆισιν ἐπέχραεν, ἄλλοτε δ᾽ ὄμβρωι,
πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης
ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ
κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις
ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρηι,
430
ἠερίωι τέμνοντο χαλαζήεντι βελέμνωι·
καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνην,
ἀλλὰ νιφοβλήτοιο τομῆι πληγεῖσα χαλάζης
μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης
ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,
435
οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου.
καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων
δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων
ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας
ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρωι δὲ συνάψας
440
αὐτομάτωι σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῶι
κοιλαίνων παλάμας πολυχανδέας, ἧισιν ἀείρων
μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,
χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,
ἀστεροπῆι προέηκε· χαραδραίωι δὲ ῥεέθρωι
445
βαλλομένη σελάγιζε δι᾽ ὕδατος αἰθερίη φλὸξ
λαβροτέρωι σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ
αἰθαλόεν, διερὴ δὲ φύσις τερσαίνετο πυρσῶι·
σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,
νήπιος· οὐδὲ νόησε, πυραυγέες ὅττι κεραυνοὶ
450
καὶ στεροπαὶ γεγάασιν ἀπ᾽ ὀμβροτόκων νεφελάων.

καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων
στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρωι,
καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δ᾽ ἄκρωι
Ζεὺς ὀλίγον φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν
455
λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.
χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας
εἰς ἐνοπὴν πολύδινος ἀνηιώρητο Τυφωεύς,
καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου·
ἀλλ᾽ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν
460
κρᾶτα παρακλίνας, στεροπῆς δ᾽ ἐτύχησε Τυφωεὺς
θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη
ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῶι.
καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων
πεπταμένης παλάμης μεσάτωι νωμήτορι καρπῶι,
465
σφαῖραν ἅτε θρώισκουσαν, ἀτέρμονι χειρὶ πατάξας
πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῆι
ἠερίηι στροφάλιγγι παλιννόστοιο πορείης
αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.
τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ
470
αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.
ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη
ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῶι.
οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι
ὑδρηλαῖς νεφέληισι διερρήγνυντο κολῶναι.
475
ἀμφοτέροισιν ἰσόρροπος ἦεν ἐνυὼ
καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβωι δὲ βελέμνωι
αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί.
μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῶι
βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,
480
καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ
ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί.
ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος
ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,
καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῶι
485
πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῶι
τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων
θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ
διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν
οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρώισκουσαν ἐρύκει
490
ὀμβρηρῆι ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ,
πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ
νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.
ὡς λίθος ἀμφὶ λίθωι φλογερὴν ὡδῖνα λοχεύων
λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,
495
πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρωι·
οὕτω θλιβομένηισιν ἀνάπτεται οὐρανίη φλὸξ
λίγνυϊ καὶ νεφέληισιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ
λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.
ἄλλην δ᾽ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης
500
ἠέλιος φλογερῆισι βολαῖς ἀντωπὸν ἀμέλγων
τινθαλέωι νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῶι·
ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,
σεισαμένη δὲ πάχιστον ἀραιοτέρωι δέμας ἀτμῶι,
ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,
505
ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην.
τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἷσι καὶ αὐτοὶ
ἰσότυποι στεροπῆισι συνωδίνοντο κεραυνοί.

Ζεὺς δὲ πατὴρ πολέμιζε· κατ᾽ ἀντιβίοιο δὲ πέμπων
ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα Γιγάντων,
510
βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν
οὐρανίωι πρηστῆρι· Διοβλήτου δὲ βελέμνου
ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους
νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,
καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,
515
καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης
ἀντιπόρωι σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων.
καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων
βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ
οὐρανίωι σπινθῆρι, μαραινομένων δὲ δρακόντων
520
ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων.
μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ
καπνῶι λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων
χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.
καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·
525
εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,
ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου·
εἰς κλίσιν εἰ σκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,
χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνηι·
φεύγων ψυχρὸν ἄημα νιφοβλήτοιο Βορῆος
530
καὶ διερῶι δεδόνητο καὶ αἰθαλόεντι βελέμνωι·
καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς
ἑσπερίην ἔφριξε θυελλήεσσαν ἐνυώ,
εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης·
καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος
535
ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης,
φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῶι.
εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,
λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς
θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῶι.
540
καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο
παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ·
δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης
λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν
Ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῆι,
545
ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρα κε πυρσῶι
θερμοτέρωι λύσειε Διὸς πετρούμενον ὕδωρ
νειφομένωι Τυφῶνι χέων ἐμφύλιον αἴγλην·
καί οἱ ἱμασσομένωι συνετήκετο· καιομένων δὲ
ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν
550
χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην
εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις
διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην.

ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.
χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην
555
μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων
καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων
Γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ·
ἤριπε δ᾽ οὐρανίωι μεθύων φλογόεντι βελέμνωι
560
ὡτειλὴν ἀσίδηρον ἔχων πολέμοιο Τυφωεὺς
ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίηι
κεῖτο περιστορέσας ὀφιώδεα γυῖα κονίηι,
πυρσὸν ἀναβλύζων. Κρονίδης δ᾽ ἐρέθιζε γελάσσας,
τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος·
565
«καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ·
Χθὼν μόγις υἷα λόχευσε μετὰ κλόνον Ἰαπετοῖο·
ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ,
ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί.
δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,
570
ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου·
σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ,
Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δ᾽ ἐθελήσηις,
αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων
καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένωι δὲ
575
σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων
δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,
ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα
οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου.
τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι
580
Ζῆνα καὶ Ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων;
Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου,
βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ
ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ
δαλὸν ἀερτάζοντα Τυφαονίωι παρὰ παστῶι,
585
ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης
ὀφθαλμῶι κοτέοντι τεῶν ζηλήμονα λέκτρων·
σύζυγα δ᾽ Ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης
ὑμετέρηι μετὰ πόντον ὑποδρήσσοντα τραπέζηι,
διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.
590
Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων·
πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης
σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέο φύτλην·
ἐργατίνην δ᾽ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνωι,
ὄφρα κεν ἀσκήσειε νεοζεύκτωι σέο νύμφηι
595
ποικίλον αὐχένος ὅρμον ἐύχροον ἤνοπι κόσμωι,
ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων,
οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσηι
χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσηι
κρέσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη·
600
καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου
τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ.
ἀλλὰ δόλωι θέλξαντα τεὸν νόον ἐλπίδι νίκης
χρυσῶι δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης·
χαλκῶι σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.
605
ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν ἐνυώ·
πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ;
ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων
βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;
τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῆι σέθεν αἰχμαί;
610
πῆι κεφαλαὶ σκυλάκων; πῆι χάσματα κεῖνα λεόντων
καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;
πῆι δὲ δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;
οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτηι.
πῆι βοέων στομάτων μυκήματα; πῆι σέο χειρῶν
615
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί;
οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;
οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ
ἀφροκόμωι ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα.
πῆι μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;
620
εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ
χειρὶ μιῆι νίκησα διηκοσίων στίχα χειρῶν.
ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις
Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω
οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.
625
ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῶι
ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπωι,
τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ
σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω·
‹Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις
630
αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.›»

ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν ἀρούρης.

καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ
λαϊνέηι σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος,
ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὡρχήσατο Κύδνος
635
Ζηνὸς ἀνευάζων διερῶι βρυχήματι νίκην,
μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῶι.
Γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα
ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης
κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,
640
βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου
φυλλοχόωι ἅτε μηνί, χαραδραίας δὲ παρειὰς
δρύψατο, καὶ κελαδεινὰ δι᾽ εὐύδρων κενεώνων
ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης.
ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης
645
κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι
ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης,
οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες· ἀλλ᾽ ἐνὶ γαίηι
πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη
ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς.
650
καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης,
ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης,
νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων
ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῶι.
οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν· Ἠέλιος γὰρ
655
χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρηι
Ζωιδιακῆς ἔστησε παραΐξαντα κελεύθου·
οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπωι
Καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος
ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη.
660
οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου
Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν
ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης·

«Κάδμε, τεῆι σύριγγι πύλας ἔστεψας Ὀλύμπου·
σὸν γάμον οὐρανίηι καὶ ἐγὼ Φόρμιγγι γεραίρω·
665
γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείηι,
καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας.
ἵξομαι εἰς σέο δῶμα· τί φίλτερον ἄλλο νοήσεις
ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης;
εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν
670
πορθμεύων βιότοιο γαληναίοιο πορείην,
Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι,
Ἄρεα νόσφι χόλου κεχολωμένον· ἐννύχιος δὲ
οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας
ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
675
κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων
Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,
ὄφρα φύγηις, ὅσα πικρὰ τεῶι πεπρωμένα πότμωι
Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,
εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος
680
μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ
ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ
πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς
νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,
καὶ Θάσος ἐς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
685
δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,
Θρηικίην δ᾽ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·
τὸν μὲν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις
γαμβρὸν ἐς Ὠρείθυιαν ἄγω καὶ Θρῆικα Βορῆα,
νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.
690
καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης
Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·
πλαγκτοσύνης δ᾽ ἀπόειπε παλίμπορα κύκλα κελεύθου,
καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίωι γὰρ
σύγγονον ὑμετέρην ζυγίωι νυμφεύσατο θεσμῶι
695
Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.
καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβωι
καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων
Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.»

ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην
700
Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων
χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη
ἤλασεν οὐρανίηι πατρώιον ἵππον ἱμάσθληι.
καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένωι δὲ
οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,
705
αἰθέρα δ᾽ ἐστέψαντο· παλιννόστωι δ᾽ ἐνὶ μορφῆι
σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπωι,
καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου.
ἁβροχίτων δ᾽ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη
Ἄρεϊ κῶμον ἄγουσα, μέλος δέ οἱ ἔπλεκε Νίκη·
710
καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίηι
εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,
ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.



Δ ι ο ν υ σ ι α κ ῶ ν   Γ

Ἐν τριτάτωι μάστευε
πολύπλανον ὁλκάδα Κάδμου
Ἠλέκτρης τε μέλαθρα
φιλοξενίην τε τραπέζης.
________________________________________________



Λῦτο δ᾽ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων
ἀννεφέλωι τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης
Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνηι
λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου·
5
οὐκέτι δ᾽ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου
ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ·
οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων,
δουρατέωι τροχόεντι διαστείβων ῥόον ὁλκῶι,
ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου·
10
ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη
σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας,
καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ
ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν
ἀρτιφανής, καὶ γυμνὸν ἀπ᾽ εὐόδμοιο καλύπτρης
15
εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις
ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους
ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην
πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.
καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου
20
ἐκ χθονὸς ὡχλίζοντο χαλινωτήρια νηῶν·
ἱστὸς δ᾽ ὑψικάρηνος ὑπέρτερος, ἠέρα τύπτων,
ὄρθιος ἐστήρικτο, καὶ ἠρέμα πόντον ἱμάσσων
ἄσθμασιν ἠώιοις ἐπεβόμβεε κοῦφος ἀήτης,
πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις
25
οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης
σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης.
συμπλεκέες δὲ κάλωες ἐσύρισαν ὀξέι ῥοίζωι,
σπερχομένωι δ᾽ ἀνέμωι πρότονοι μύκον, ἰθυπόρου δὲ
λαῖφος ἐκολπώθη βεβιημένον ἔγκυον αὔρης·
30
σχίζετο δ᾽ ἄστατον οἶδμα παλιμπετές, ἄφρεε δ᾽ ὕδωρ
οἰδαλέον, καὶ νηὸς ἐπειγομένης διὰ πόντου
κύματι βομβήεντι περὶ τρόπιν ἤπυεν ἠχώ·
πηδαλίου δὲ κόρυμβα διχαζομένης ἁλὸς ὁλκῶι
κυρτὰ φαληριόωντα κατέγραφε νῶτα θαλάσσης.
35
καὶ δεκάτης μετὰ νύσσαν ἀχείμονα κυκλάδος Ἠοῦς
Κάδμος ἀκυμάντοισι Διὸς πεφορημένος αὔραις,
Τρώιον ὑγρονόμοιο διασχίζων πόρον Ἕλλης,
ἅρπαγος ἐξ ἀνέμοιο μεμυκότι σύρετο πορθμῶι
εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου,
40
γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι Κάδμωι
Ἁρμονίη πεφύλακτο· καὶ ὁλκάδα θέσπιδι ῥιπῆι
Θρηικίην πόμπευον ἐς ἠιόνα μάντιες αὖραι.
καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης
ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται·
45
νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου
νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς,
καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας· ἀκλινέων δὲ
τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν,
καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπου
50
ὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ
δυομένου Φαέθοντος· ἐπ᾽ αἰγιαλοῖο δὲ ναῦται
ἀστορέας ψαμάθοισιν ἐπετρέψαντο χαμεύνας
ἑσπερίην μετὰ δαῖτα· βαρυνομένοισι δὲ φωτῶν
ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης.
55
ἀλλ᾽ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου
ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης
ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς,
ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης,
Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτηι,
60
ἄπλοα σιγαλέης ἐτανύσσατο νῶτα γαλήνης.
ἤδη δ᾽ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,
καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων
Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης
ἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης
65
τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρωι
δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων
σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῶι.
καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι,
καὶ νοερῶι σείοντο τινάγματι θυιάδες ὗλαι,
70
καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ
εἰς χορὸν ἀντιπόρωι σκιρτήματι κυκλάδες ἄρκτοι,
βρυχηθμῶι δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν
μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων
ἔμφρονα λύσσαν ἔχοντα· φιλοσκύλακος δὲ θεαίνης
75
μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ
ἄζυγες, οὓς Κρονίη κερατοξόος εὕρατο τέχνη.

καὶ πατάγωι κελάδοντι φιλοσμαράγων Κορυβάντων
πρώιος ἔγρετο Κάδμος, ὁμοπλανέες δὲ καὶ αὐτοὶ
ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης
80
Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων
ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης.

καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης
νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος· ἐρχομένωι δὲ
ἐς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ
85
θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου,
οἷα γυνὴ ταλαεργὸς ἀφυσσαμένη πόμα πηγῆς,
ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῶι,
ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῶι
ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς.
90
καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις
συμπλεκέων ῥυπόωσαν ἐπασσυτέρων στίχα πέπλων
ποσσὶ πολυσκάρθμοισιν ἐπιστείβουσι γυναῖκες,
ποσσὶν ὁμοζήλοισι. καὶ ἀκροτάτων ἀπὸ ταρσῶν
κυανέηι νεφέληι κεκαλυμμένον ἄχρι καρήνου
95
Κάδμον ἀσημάντοιο δι᾽ ἄστεος ἤγαγε Πειθὼ
ξεινοδόκου βασιλῆος ἐρευνητῆρα μελάθρου,
πομπὸς ὁδοῦ Παφίης ὑπὸ νεύμασιν. ἔνθα τις ὄρνις,
ἑζομένη γλαυκωπὸν ὑπὸ σκέπας ἁβρὸν ἐλαίης,
ὀμφαίη στόμα λάβρον ἀναπτύξασα κορώνη
100
ἠιθέωι νεμέσιζεν, ἐς Ἁρμονίην ὅτι νύμφην
ἤιε φειδομένωι γαμίωι ποδὶ νωθρὸς ὁδίτης,
καὶ πτερὰ σεισαμένη φιλοκέρτομον ἴαχε φωνήν·

«νήπιος ἔπλετο Κάδμος, ἢ ἔπλετο νῆις Ἐρώτων·
νυμφίον οὐ βραδὺν οἶδεν Ἔρως ταχύς· ἵλαθι, Πειθώ,
105
δηθύνει σέο Κάδμος ἐπειγομένης Ἀφροδίτης.
θερμὸς Ἔρως καλέει σε· τί, νυμφίε, νωθρὸς ὁδεύεις;
ἡδύς, ὃς ἱμερόεντος Ἀδώνιδος ἔπλεο γείτων,
ἡδὺς ὁ Βυβλιάδεσσιν ὁμώλακα πατρίδα ναίων.
ἤλιτον, οὐ ῥόον εἶδες Ἀδώνιδος, οὐ χθόνα Βύβλου
110
ἔδρακες, ἧχι πέλει Χαρίτων δόμος, ἧχι χορεύει
Ἀσσυρίη Κυθέρεια καὶ οὐ φυγόδεμνος Ἀθήνη.
τερπομένην δὲ γάμοισι τιθηνήτειραν Ἐρώτων
Πειθὼ πομπὸν ἔχεις, οὐκ Ἄρτεμιν· ἴσχεο μόχθων,
Ἁρμονίης ἀπόνοιο καὶ Εὐρώπην λίπε ταύρωι·
115
σπεῦδε, καὶ Ἠλέκτρη σε δεδέξεται, ἧς ἀπὸ χειρῶν
νηῒ τεῆι γαμίων ἐμβάλλεο φόρτον ἐρώτων
ἐμπορίην φιλότητος ἐπιτρέψας Ἀφροδίτηι,
Κυπριδίην δὲ θύγατρα φυλασσομένην σέο παστῶι
ἄλλην δέχνυσο Κύπριν· ἐπαινήσεις δὲ κορώνην,
120
καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων.
ἤλιτον· ἀλλά με Κύπρις ἐπέπνεεν· ἐκ Παφίης γὰρ
θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.»

ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῆι.

ἀλλ᾽ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου
125
τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ
κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμωι
δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς
σιγαλέωι κήρυκι δόμον σημήνατο Πειθὼ
ποικίλον ἀστράπτοντα· καὶ αἰθέρα δύσατο δαίμων
130
ἀλλοφανὴς πτερόεντι διαΐσσουσα πεδίλωι.

καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῆι,
Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρηι ποτὲ νύμφηι
ἐργοπόνος Λήμνοιο Μυριναίηι κάμε τέχνηι,
δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου
135
χάλκεος οὐδὸς ἔην εὐήλατος· ἀμφίθυροι δὲ
σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων,
καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνωι
μεσσοφανὴς ὀρόφοιο· λιθοστρώτοιο δὲ τοίχου
νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψωι
140
ἐς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς
ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῶι
τετράγυος πρὸ δόμοιο· καὶ ἄρσενα φύλλα πελάσσας
θηλυτέρωι φοίνικι πόθον πιστώσατο φοῖνιξ·
ὄγχνη τ᾽ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνηι
145
ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις
γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης·
εἰαρινοῖς δ᾽ ἀνέμοισιν ἀναινομένηι παρὰ δάφνηι
σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου
ὄρθιον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης·
150
συκῆς θ᾽ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς
καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῶι
ἀγχιφύτωι, καὶ μῆλον ἐπήνθεε γείτονι μήλωι·
πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις
γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων·
155
καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου
ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων,
καὶ φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις
δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρωι
ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης,
160
εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίηι
ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων,
καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου
αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθωι.

ὄρχατος ἔπλετο τοῖος ἐύσκιος· ἄγχι δὲ πηγὴ
165
δίστομος· ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς
ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ
ἐς φυτὸν ἄλλο μετ᾽ ἄλλο· ῥόος δέ τις ὠς ἀπὸ Φοίβου
ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης.
καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρωι
170
χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων
λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην·
πολλαὶ δ᾽ ἰσοτύπων μελέων τεχνήμονι σιγῆι
χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος
ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων
175
ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέωι κυνὶ γείτων
χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῶι
σαίνων ἠθάδα φῶτα· παραστείχοντι δὲ Κάδμωι
μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον ἠχὼ
ποιητῆς τ᾽ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς.
180
ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου
ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων
καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου,
λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων,
τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν,
185
φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου,
Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην,
μητέρος Ἠλέκτρης βασιληίδος εἰς δόμον ἔστη,
ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων
ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσσας
190
Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης,
Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας,
Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῶι,
καὶ ῥόον Ἕπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου
γνωτῶι κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων,
195
Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ
ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι
σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου
εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι
κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων·
200
καὶ βρέφος ἐθρέψαντο, καὶ ἀτρέπτωι Διὸς ὀμφῆι
κοῦρος ἀνασταχύων παλιναυξέος ἄνθεμον ἥβης
Ἠλέκτρης λίπεν οἶκον, ὅτε τριτάτου χύσις ὄμβρου
κύμασι πυργωθεῖσα κατέκλυσεν ἕδρανα κόσμου.

πρώτου γὰρ κελάδοντος ἐπειρήθη νιφετοῖο
205
Ὤγυγος ἠλιβάτοιο δι᾽ ὕδατος αἰθέρα τέμνων,
χθὼν ὅτε κεύθετο πᾶσα κατάρρυτος, ἄκρα δὲ πέτρης
Θεσσαλίδος κεκάλυπτο, καὶ ὑψόθι Πυθιὰς ἄκρη
ἀγχινεφὴς νιφόεντι ῥόωι κυμαίνετο πέτρη.

δεύτερος ὄμβρος ἔην, ὅτε κυκλάδος ἄντυγα γαίης
210
χεύματι λυσσήεντι κατέκρυφε δύσνιφον ὕδωρ,
Δευκαλίων ὅτε μοῦνος ὁμόστολος ἥλικι Πύρρηι
ὀλλυμένων μερόπων ἐνὶ λάρνακι κοιλάδι τέμνων
χεῦμα παλινδίνητον ἀτεκμάρτου νιφετοῖο
ἠέρος ὑδατόεντος ἕλιξ πορθμεύετο ναύτης.
215
καὶ τρίτατος Διὸς ὄμβρος ὅτε χθονὸς ἔκλυσεν ἕδρην
καὶ σκοπέλους ἔκρυψεν, Ἀθωιάδος δὲ καὶ αὐτῆς
ἄβροχα Σιθονίης ἐκαλύπτετο νῶτα κολώνης,
ὑψιπόρου τότε χεῦμα διασχίζων νιφετοῖο
Δάρδανος ἀρχαίης ἐπεβήσατο γείτονος Ἴδης.
220
τοῦ τότε Σιθονίης χιονώδεος ἀρχὸς ἀρούρης
σύγγονος Ἠμαθίων ἀγορὴν βαρύδουπον ἐάσσας
θάμβεεν ἀνέρος εἶδος, ἐπεί νύ οἱ ἔμφυτος ἥβη
ἠνορέην καὶ κάλλος ἐμίγνυε σύζυγι μορφῆι,
θάμβεε τηλίκον εἶδος· ἀριφραδέων γὰρ ἀνάκτων
225
αὐτόματοι κήρυκες ἀναυδέες εἰσὶν ὀπωπαί.
καί μιν ἑλὼν ξείνισσε, σὺν Ἠλέκτρηι δὲ τεκούσηι
αἰόλα πιαλέης ἐπεκόσμεε δεῖπνα τραπέζης,
ξεῖνον ὑποσσαίνων φιλίωι καὶ ἀμεμφέι μύθωι,
πολλὰ τιθείς. ὁ δὲ κυφὸν ἐπ᾽ οὔδεος αὐχένα κάμψας
230
ἀμφιπόλων ἀπάνευθεν ἀθελγέας εἷλκεν ὀπωπάς,
καὶ μόλις εἰλαπίναζε· φιλοξείνοιο δὲ νύμφης
ἑζομένης ἀντωπὸς ὑποκλέπτοντι προσώπωι
αἰδομένην ἐτίταινε σαόφρονα χεῖρα τραπέζηι.

τοῖσι δὲ δαινυμένοισιν ἐπήτριμος ἄλλος ἐπ᾽ ἄλλωι
235
ἔμπνοος ἐσμαράγησε δόναξ Κορυβαντίδος Ἴδης·
ἐκ δὲ πολυτρήτοιο πόρου σκιρτήματι χειρῶν
σύνθροον ἐκρούσαντο μέλος μυκήτορος αὐλοῦ
δάκτυλοι ὀρχηστῆρες ἐπιθλίβοντες ἀοιδήν·
καὶ τροχαλοῖς κροτέοντα τινάγμασι σύνθροον ἠχὼ
240
κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῶι
συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρωι δὲ καὶ αὐτὴ
ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή.
ἀλλ᾽ ὅτε δὴ μετὰ δαῖτα κορέσσατο Βίστονος αὐλοῦ,
εἰρομένηι πελάσας φιλοπευθέι θῶκον ἀνάσσηι
245
Κάδμος, ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσσας,
φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων
οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος·

«νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης;
ὡκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω·
250
φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι
ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καρπῶι
εἰαρινῶι κομέουσι τεθηλότα δενδράδες ὗλαι·
ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρωι
δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δ᾽ ἐπιθάλλει,
255
ἄλληι ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων
εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών.

ἀλλ᾽ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην·
ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης,
νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην
260
θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενος ἀνὴρ
Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης,
νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης
ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνηι
πρεσβυγενής· καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων,
265
γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης,
ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου
εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ,
καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη
ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς,
270
Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων,
Ζηνὸς ἀθηήτοιο, καὶ ἐς νομὸν ἤιε κούρη
ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος·
γυιοβόρωι δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ
Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῆι·
275
ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόον, -ὃν πολιῆται
Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίηι
εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης
χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν, -
ἤλυθεν εἰς Αἴγυπτον, ὅπηι βοέην μετὰ μορφὴν
280
δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης
ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ
Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς,
εὐόδμοις ὁμόφοιτος ἑλίσσεται ἀτμὸς ἀήταις.
ἔνθ᾽ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων
285
Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης
χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος
ἐξ Ἐπάφου Λιβύη· Λιβύης δ᾽ ἐπὶ παστὸν ὁδεύων
Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης,
παρθένον ἰχνεύων Ἐπαφηίδα· καὶ τότε κούρη
290
δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην
Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης.
καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν
Χαονίηι βοόωσι πελειάδι διψάδες ἄμμοι
μαντιπόλοι· πέμπτωι δὲ πατὴρ ἰσόμετρον ἀριθμῶι
295
Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων,
Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων
ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ
ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην
ἐς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,
300
καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης
αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθληι
ἤροσε τοσσατίων μινυώρια πώεα παίδων,
καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτληι
θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ
305
αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων
καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων
ἄρσενα γυμνὸν ἄρηα κατεύνασε θῆλυς ἐνυώ·
οὐ μὲν Ὑπερμνήστρηι κακονύμφιον εὔαδεν ἔργον,
ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος
310
ἠερίηι πατρῶιον ἐπέτρεπε μῦθον ἀέλληι
καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου·
ἔπλετο δ᾽ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ
γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης,
εἰ ἐτεὸν πέλε ταῦρος· ἐγὼ δ᾽ οὐκ οἶδα πιθέσθαι,
315
εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων.
καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ
σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης,
ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης,
οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.»
320
τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου
Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος,
πατρώιης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς
καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην,
Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης.
325
Ἠλέκτρη δ᾽ ἀίουσα παρήγορον ἴαχε φωνήν·

«ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα
Ληθαίηι στροφάλιγγι καὶ ἀμνήστωι πόρε σιγῆι·
οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἀπ᾽ ἄλλου
μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ,
330
Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκηι.
μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων
Πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ
θηλυτέρας ὡδῖνας ἑῶι μαιώσατο κόλπωι,
ἑπτάκις Εἰλείθυιαν ἑῆι καλέσασα λοχείηι
335
κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο,
μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω,
οὐ Στερόπην, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ
σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδ᾽ ἐνὶ κόλπωι
γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίζυγι παλμῶι
340
παιδοκόμωι πήχυνα γεγηθότι κοῦρον ἀγοστῶι·
οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς
φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω.
πρὸς δ᾽ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ
υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,
345
Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης,
καὶ Φρυγίωι Σιμόεντι θαλύσια δῶκε κομάων
Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει
ὤμοις θλιβομένοισι γέρων κυρτούμενος Ἄτλας,
350
αἰθέρος ἑπτάζωνον ἀερτάζων κενεῶνα.

ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω
Ζηνὸς ὑποσχεσίηισιν, ὅτι γνωτῆισι σὺν ἄλλαις
ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων,
οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.
355
καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ
εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων
φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης·
τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα θεσμὸν ἀνάγκης,
ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,
360
εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ,
εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης·
μίμνε παρ᾽ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων,
ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ,
ὠς Δαναὸς γενετῆρος ἀδελφεός· ὅττι καὶ αὐτὸς
365
ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς,
αἰθέριον βλάστημα, Διιπετὲς οὔνομα Βύζας,
αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ
γείτονα γαῖαν ἔνειμεν, ὅπηι παρὰ Βόσπορον ἀκτὴν
Ἰναχίηι δαμάληι πεπερημένον ἕλκεται ὕδωρ,
370
πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου
ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου.»

εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας.
Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης
εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρα κε Κάδμωι
375
Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων,
παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης
λαθριδίηι φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης·
καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς
μήτηρ οὐκ ἀτίταλλεν, ἀπ᾽ αἰθερίοιο δὲ κόλπου
380
πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην
εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι
ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ
ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί·
δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῶι
385
σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῶι
κούρην ἀρτιλόχευτον, ὁμοστόργωι δὲ μενοινῆι
διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῶι.
ὠς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης
λαχνήεσσα λέαινα γαλαξαίηισιν ἐέρσαις
390
σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς
καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν,
καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν
ἰσοτύποις κομιδῆισιν ἀνέτρεφεν ἥλικα φύτλην·
ὣς τότε παιδοκόμωι φιλίηι μαιώσατο θηλῆι ...
395
ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων·
πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρηι
πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ
πεπταμένωι πήχυνε φιλήτορι χειρὸς ἀγοστῶι·
γούνασι δ᾽ ἄρσενα παῖδα συνίδρυσε θήλεϊ κούρηι,
400
μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῶι,
κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος·
καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου
ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνηι,
πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,
405
καί σφισι λέκτρον ἔθηκεν ἑὸν γόνυ, διχθαδίωι δὲ
φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπωι,
τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν
ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.

ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,
410
τόφρα λαθὼν πυλαωρὸν ἑῶι ληίστορι ταρσῶι
ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἕρμῆς
εἴκελος ἠιθέωι· ῥοδέωι δέ οἱ ἀμφὶ προσώπωι
ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης
ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς
415
λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύκλος ἰούλων
ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ
ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτωι δὲ προσώπωι
ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους
πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης·
420
οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ
Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν
δούλιος· Ἠλέκτρηι δὲ θεουδέι φαίνετο μούνηι
Ἕρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου
ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέηι φάτο φωνῆι·
425
«μητροκασιγνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν
πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων
κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει,
καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη,
ἕδνα τεῆς φιλότητος, ἐμῆι δ᾽ ἅμα μητέρι Μαίηι
430
ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπωι
σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνηι.
εἰμὶ τεῆς, φιλότεκνε, γονῆς ἐμφύλιος Ἕρμῆς,
ἄγγελος ἀθανάτων τανυσίπτερος, οὐρανόθεν δὲ
ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης
435
ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ
πείθεο σῶι Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην
πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμωι,
καὶ Διὶ καὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ
ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·
440
οὗτος ἀνὴρ μογέοντι τεῶι χραίσμησεν ἀκοίτηι,
οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπωι.
μή σε τεὴ θέλξειε γόω φιλομήτορι κούρη·
ἀλλά μιν εἰς ὑμέναιον ἀλεξικάκωι πόρε Κάδμωι
πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείηι»




Δ ι ο ν υ σ ι α κ ῶ ν   Δ

Ἰχνεύων δὲ τέταρτον
ὑπὲρ πόντοιο νοήσεις
Ἁρμονίην πλώουσαν
ὁμόστολον ἥλικι Κάδμωι.
________________________________________________



Ὣς εἰπὼν ἐς Ὄλυμπον ἐύρραπις ἤιεν Ἑρμῆς
αἰθύσσων πτερὰ κοῦφα, τιταινομένων δὲ πεδίλων
σύνδρομος ἠερίοισιν ἐρέσσετο ταρσὸς ἀήταις.

οὐδὲ γυνὴ Θρήισσα, κυβερνήτειρα Καβείρων,
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
5
ἀλλὰ Διὸς σέβας εἶχε, καὶ Ἄρεος ἄζυγι κούρηι
ὄρθια δινεύουσα νοήμονι δάκτυλα παλμῶι
Ἁρμονίην ἐκάλεσσε τύπωι τεχνήμονι φωνῆς·
ἡ δὲ τιταινομένη βλεφάρων ἀντώπιον αἴγλην
Ἠλέκτρης ἀγέλαστον ἐδέρκετο κύκλον ὀπωπῆς,
10
καὶ βαθὺν ἀφράστοιο νεόσσυτον ὄγκον ἀνίης
σιγαλέαι κήρυκες ἐμαντεύοντο παρειαί.
παρθενικὴ δ᾽ ἀνέπαλτο καὶ ὠμάρτησε τεκούσηι
εἰς δόμον αἰπύδμητον· ἀναπτύξασα δὲ μήτηρ
ἑπταμύχου θαλάμοιο πολυσφρήγιστον ὀχῆα
15
λάινον οὐδὸν ἄμειψε· φιλοστόργωι δὲ μενοινῆι
ἄστατα ταρβαλέης ἐλελίζετο γούνατα νύμφης·
καὶ παλάμην ῥοδόπηχυν ἑῆς ἀνεκούφισε κούρης
δραξαμένη παλάμηι χιονώδεϊ· καὶ τάχα φαίης
Ἥβην χειρὸς ἔχουσαν ἰδεῖν λευκώλενον Ἥρην.
20
ἀλλ᾽ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις
λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου,
παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρυσε νύμφη
εἰς θρόνον εὐποίητον· ἀμοιβαίωι δὲ καὶ αὐτὴ
ἑζομένη στοιχηδὸν ἐπ᾽ ἀργυροφεγγέι δίφρωι
25
ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρηι,
καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῆι
ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ.

παρθενικὴ δ᾽ ἀίουσα πολυπλάγκτους ὑμεναίους
καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην,
30
ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος
ξεινοδόκος Κάδμοιο βιοσσόος ἔννεπεν Ἑρμῆς·
καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξηι
συζυγίην φερέοικον ἀδωροδόκων ὑμεναίων·
καὶ παλάμηι κρατέουσα κατηφέι χεῖρα τιθήνης
35
δάκρυσι μυδαλέη πολυμεμφέα ῥήξατο φωνήν·

«μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην;
οὕτω σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις;
ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει;
ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει;
40
οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις,
παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους.
ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται·
τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην
ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα;
45
ἀλλ᾽ ἐρέεις· Κρονίωνι τεῶι χραίσμησεν ἀκοίτηι.
πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου,
ὠς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνέτις Ἥρη
Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην;
οὐ χατέει Κάδμοιο τεὸς πόσις ὑψιμέδων Ζεύς·
50
ἱλήκοι Κρονίδης· ἐψεύσατο θέσκελος Ἑρμῆς
ἀμφὶ Διὸς γενετῆρος· ἐγὼ δ᾽ οὐκ οἶδα πιθέσθαι,
εἰ λίπε θοῦρον Ἄρηα, κυβερνητῆρα κυδοιμοῦ,
καὶ βροτὸν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος
ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα,
55
τοσσατίους Τιτῆνας ἐνεκλήισσε βερέθρωι,
καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσηι.
οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν·
Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης
θεσμὸν ἔχων θαλάμων ἐμφύλιον· ἀμφότεροι δὲ
60
Ἄρης καὶ Κυθέρεια, μιῆς ἐπιβήτορες εὐνῆς,
Ἁρμονίης γενετῆρες, ἑνὸς γεγάασι τοκῆος,
δέμνιον ἀμφιέποντες ὁμόγνιον. ὤμοι ἀνάγκης·
γνωταὶ γνωτὸν ἔχουσιν, ἐγὼ λιπόπατριν ἀκοίτην.»

ὣς φαμένης ἀπένιψε γοήμονος ὄμβρον ὀπωπῆς
65
μήτηρ ἀσχαλόωσα· διχοστασίηι δὲ μενοινῆς
Ἁρμονίην ὤικτειρε, Διὸς δ᾽ ἀλέεινεν ἀπειλήν.

ἀλλὰ περισφίγξασα δέμας φρενοθελγέι κεστῶι,
κερδαλέωι ζωστῆρι, δολοφράδμων Ἀφροδίτη
καὶ χροῒ δυσαμένη φιλοτήσια φάρεα Πειθοῦς
70
Ἁρμονίης εὔοδμον ἐδύσατο παρθενεῶνα·
καὶ τύπον οὐρανίοιο μεταλλάξασα προσώπου
Πεισινόηι δέμας ἶσον ἐίσκετο γείτονι κούρηι,
Κάδμον ἅ περ ποθέουσα, καὶ ὠς κρυφίηι τινὶ νούσωι
λεπταλέον πέμπουσα σέλας χλοάοντι προσώπωι
75
ἀμφιπόλους ἔσσευε· παρεδριόωσα δὲ μούνηι,
οἷά περ αἰδομένη, δολίην ἀνενείκατο φωνήν·

«ὀλβίη, οἷον ἔχεις ἐνὶ δώμασι καλὸν ἀλήτην
οἷον ἔχεις μνηστῆρα, μακαρτάτη· οἷον ἀκοίτην
ὄψεαι ἱμερόεντα, τὸν οὐ λάχε παρθένος ἄλλη·
80
ἀτρεκὲς Ἀσσυρίης ἀπὸ πατρίδος αἷμα κομίζει,
ἧχι ῥόος χαρίεντος Ἀδώνιδος· ἱμερόεις γὰρ
ἐκ Λιβάνου νέος οὗτος, ὅπηι Κυθέρεια χορεύει.
ἤλιτον· οὐ τάχα Κάδμον ἐπιχθονίη τέκε γαστήρ,
ἀλλὰ Διὸς γένος ἔσχεν, ἑὴν δ᾽ ἐψεύσατο φύτλην.
85
οἶδα, πόθεν νέος οὗτος Ὀλύμπιος· εἴ ποτε Μαίηι
σύγγονον Ἠλέκτρην Τιτήνιος ἤροσεν Ἄτλας,
Ἁρμονίηι πόσις ἦλθεν ἀνεψιὸς ἄπτερος Ἑρμῆς,
οὐδὲ μάτην Καδμῖλος ἀείδεται· οὐρανίην γὰρ
μορφὴν μοῦνον ἄμειψε καὶ εἰσέτι Κάδμος ἀκούει.
90
εἰ δὲ πέλει θεὸς ἄλλος ἔχων βροτοειδέα μορφήν,
Ἠμαθίων τάχα Φοῖβον ἑῶι ξείνισσε μελάθρωι.
παρθένε πασιμέλουσα, μακαρτέρη ἐσσὶ τεκούσης
εἰς πόθον, εἰς ὑμέναιον Ὀλύμπιον· ἆ μέγα θαῦμα,
λάθριος Ἠλέκτρην νυμφεύσατο μητίετα Ζεύς,
95
ἀμφαδὸν Ἁρμονίην μνηστεύεται αὐτὸς Ἀπόλλων·
ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος· αἴθε καὶ αὐτῆς
Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων·
οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη,
οὐ νόον Ἁρμονίης μιμήσομαι· ἀλλὰ λιποῦσα
100
κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας,
ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους.
μέμνημαί ποτε τοῖον ἐγὼ τύπον· ἡμετέρωι γὰρ
εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι
Πύθιον εἶδον ἄγαλμα, καὶ ὠς νέον εἶδον ἀλήτην,
105
ὡισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν.
ἀλλ᾽ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην·
χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας· ἢν δ᾽ ἐθελήσηις,
δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου
χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω,
110
καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης
καὶ δόμον, ἢν ἐθέληις, πατρώιον· εἰ θέμις εἰπεῖν,
δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας
ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην.
παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις
115
στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμωι
Ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω.
μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει
εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη.
παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου.
120
οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν,
οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει
Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη,
τῆι ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης.
εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,
125
σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ.
οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον· αὐτόματον γὰρ
εἰαρινὸν λειμῶνα φύσις δωρήσατο Κάδμωι·
εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν
ἡδὺ μέλι στάζουσαν· ἐρωτοτόκου δὲ προσώπου
130
ὠς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ
δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν
μεσσόθι πορφύροντα, καὶ ὠς κρίνον εἰσὶν ἀγοστοί.
καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω
χροιῆι ὀνειδίζουσα Θεραπναίης ὑακίνθου.
135
εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς
ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη
φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας
αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ.
χείλεα σιγήσαιμι· τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων,
140
Πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν,
καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν
αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω.
δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ
δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα
145
κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου·
αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω
δάκτυλον ὠς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου
τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας
ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,
150
χείλεσιν ἡμετέροισι μεμυκότα χείλεα πήξας,
τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ
εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω
αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτωι παρὰ Λήθηι
λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
155
οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείηι·
καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω
θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,
καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθηι
εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.
160
ἕσπομαι, ἢν ἐθέληις, καὶ ὁμόστολος, οὐ τρομέω δὲ
πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου
κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην
ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίηι καὶ ἀκοίτηι.
ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,
165
μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω,
ὅττι θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος Ἥρη
Ζηνὸς ἐπιχθονίηισι νόθαις ἀλόχοισι μεγαίρει·
Εὐρώπηι κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ·
οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης
170
ἤλασεν ὡδίνουσαν Ἄρης ἐγκύμονα Λητώ.
εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,
ἐς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις,
χειρὶ τεῆι με δάιξον, ὅπως ἄμπαυμα νοήσω
175
τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ
ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.»

εἶπε καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῶι
εἰς πόθον οἰστρήσασα δόλωι πειθήμονα κούρην.

ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῆι
180
ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν,
καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρωι·

«ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη,
χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων,
χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω
185
μητρώιης Ἑκάτης νυχίην θιασώδεα πεύκην.
σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμωι·
Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω.
ἀλλ᾽ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω
μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω
190
Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ.
ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων·
εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης,
ἵμερον Ὠρίωνος ἐς ἠριγένειαν ἐνίψω
καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτ᾽ ἔλθω
195
ἐς δύσιν ἀχλυόεσσαν, ἐπ᾽ Ἐνδυμίωνι καὶ αὐτὴ
Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.»

τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη
ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρωι·
καὶ κινυρῆι ῥαθάμιγγι διαινομένοιο προσώπου
200
Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους
καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν
χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,
πάσας δ᾽ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ
τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
205
ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος·
πατρώιην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.

καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῆι
Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμωι
Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
210
Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῶιος ὁδίτης
γρηὶ σὺν ἀμφιπόλωι λίπε δώματα, δῶρον ἀνάσσης
λάτριν ἔχων πομπῆα δι᾽ ἄστεος ἄχρι θαλάσσης.

παρθενικὴν δ᾽ ὁρόωσα παρ᾽ ἠιόνας ὑψόθι πόντου
ξείνωι ἐφεσπομένην, φλογερῆι ζείουσαν ἀνάγκηι,
215
Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη·
«Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς
ὑμετέρης ὡδῖνος ἐφείσατο κέντρον Ἐρώτων;
ἣν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην
οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος ἐς πόθον ἕλκεις;
220
πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος, εἰπὲ τεκούσηι·
‹κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.›
Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνηι
νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην,
τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκωι δὲ μερίμνηι
225
μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης.»

ὣς φαμένης ἑτάρους ὑπὲρ ἠιόνα Κάδμος ἐπείγων
ὁλκάδος ἰθυπόροιο παλίντονα πείσματα λύσας
εἰαρινῶι κόλπωσεν ἀχείμονι λαῖφος ἀήτηι·
διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφωι
230
δουροπαγὲς πόμπευε δι᾽ οἴδματος ἅρμα θαλάσσης,
ἰσάζων ἑκάτερθε νεὼς πόδας· οἷα δὲ Φοῖνιξ,
ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην,
πηδαλίωι παρέμιμνεν· ἐπὶ πρύμνηι δὲ καὶ αὐτὴν
Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυσε κούρην
235
νηὸς ἰδὼν ξείνους ἐπιβήτορας, οὓς τότε ναῦται
μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ
ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν·

«αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος· οὐ νέμεσις γὰρ
υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην·
240
ἀλλὰ βέλος καὶ τόξον ἔχει καὶ πυρσὸν ἀείρει
βαιὸς Ἔρως πτερύγεσσι κεκασμένος· εἰσορόω δὲ ...
ὁλκάδα Σιδονίην. δολόεις τάχα φώριος Ἄρης
ἕζεται ἐν πρύμνηισιν ἔσω Λιβάνοιο κομίζων
ἑσπερίην πλώουσαν ἀπὸ Θρήικης Ἀφροδίτην.
245
ἵλαθι, μῆτερ Ἔρωτος, ἀκυμάντωι δὲ γαλήνηι
πέμπε μοι ἴκμενον οὖρον ἀχείμονι μητρὶ θαλάσσηι.»

τοῖον ἔπος λαθραῖον ὁμόπλοος ἔννεπεν ἀνὴρ
λοξὸς ἐς Ἁρμονίην ἀντώπιον ὄμμα τιταίνων.

καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς
250
οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων
ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς.

ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων
ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην,
ὑδροφόρου Δαναοῖο· τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς,
255
εἴ ποτε χαλκείηισι πεδοσκαφέεσσι μακέλλαις
χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας
δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις
ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ,
ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσηι
260
Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων
γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ
ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας
γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς,
πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης,
265
Αἰγυπτίης σοφίης, μετανάστιος ἦμος Ἀγήνωρ
Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ὤικισε Θήβην·
καὶ ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων,
χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων
ἔγραφεν ἀγκύλα κύκλα· καὶ Αἰγυπτίου Διονύσου
270
εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων
μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης,
καὶ κρυφίηι μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῆι
λεπτὸν ἔχων ὀλόλυγμα· λιθοξοάνοιο δὲ νηοῦ
γλυπτὰ βαθυνομένωι κεχαραγμένα δαίδαλα τοίχωι
275
κουρίζων δεδάηκε· πολυφράστωι δὲ μενοινῆι
μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων
καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης,
χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας,
ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης,
280
πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει,
ἀμφιφαής, διχόμηνις, ὅλωι στίλβουσα προσώπωι,
πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῶι
Ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγληι,
πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ.
285
τοῖος ἔην· καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων
ναυτιλίην μεθέηκε· σὺν Ἁρμονίηι δὲ κομίζων
ἐσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην
ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις
μαντώιοις ἀδύτοισιν ἐπέστιχεν· ἔνθα κιχήσας
290
Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς
μαντοσύνην ἐρέεινε, καὶ ἔμπνοα Πύθιος ἄξων
κύκλον ἐπ᾽ αὐτοβόητον ἐθέσπισε κοιλάδι φωνῆι·

«Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις·
μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ,
295
μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι·
Ἀσσυρίην ἀπόειπε, τεῆς δ᾽ ἡγήτορα πομπῆς
ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου·
νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν·
οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρωι
300
πείθεται, οὐ μάστιγι κελεύεται· οἶδεν ἀείρειν
Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων,
αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει.
ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσσας
μίμνε παρ᾽ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης
305
πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα
εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.»

ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν,
καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς
γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρωι
310
Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ.

εἶπε θεός· καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῶι
βοῦν ἴδε, νισομένηι δὲ συνέστιχεν· ἑσπόμενοι δὲ
ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῆι
φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην
315
ὀτρηροὶ θεράποντες· ὅθεν τότε Κάδμος ὁδεύων
ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας
Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης
εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης.
Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ
320
Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω
σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης,
Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη
συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων,
κούρη δ᾽ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις
325
εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης
μυρομένης Θρήισσαν ἀναγκαίην ἀφροδίτην
δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ,
παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην,
ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῶι
330
γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης·
καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπηι θρασὺς υἱὸς ἀρούρης
ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος
333
ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς·
344
καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην
345
ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή,
καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης
347
λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν.
335
ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων
Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων,
ἧχί ποτ᾽ Ὠρίωνα, δυσίμερον υἱέα γαίης,
σκορπίος, ἀστόργοιο βοηθόος Ἰοχεαίρης,
340
τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης
ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος,
ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ
343
ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρωι.
334
καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίωι κενεῶνι,
348
καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ
ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλ᾽ ὅτε Κάδμωι
350
Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,
βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῶι
δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρηι
μαντιπόλους ἕο χεῖρας, ἐπισπείσηι δὲ θυηλαῖς
ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς
355
ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης.

καὶ πόδας ἐστήριξε δρακοντοβότωι παρὰ Δίρκηι·
στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῶι
Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν,
καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμωι,
360
τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις,
τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι,
ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας
θῆκε νέκυν· ψαφαρὴ δὲ κατ᾽ αὐχένος ἔρρεε χαίτη
364
αὐτομάτη, πλαδαροῖο διειλυθεῖσα καρήνου·
377
ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης
ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος
ἄσχετος, ἰοβόλωι δὲ βαλὼν ὀφθαλμὸν ἐέρσηι
380
μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην·
ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείωι
εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων
εἰς δέμας ἠιθέοιο, πελιδναίωι δὲ σιδήρωι
ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῶι·
385
ἄλλου φυσιόωντος ὑπὸ πληγῆισι γενείων
ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου
δήγματι φαρμακόεντι, δι᾽ ἐγκεφάλου δὲ χυθέντος
388
μυδαλέωι μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.
365
καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμηισιν ἀνέρπων
Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῶι,
καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῶι
ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης·
καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ
370
ὁλκαίηι βαρύδεσμος ἐχιδναίηι κάμε σειρῆι,
φόρτον ἔχων δασπλῆτα· βαρυνόμενον δὲ φορῆα
ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων,
καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος
φοίνιος ὡμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,
375
καὶ κεφαλὴν δόχμωσε, τινασσομένου δὲ καρήνου
376
ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.
389
ἀλλ᾽ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη
390
ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης
Γοργείωι κομόωσαν ἐχιδνήεντι καρήνωι,
καί οἱ ἀτυζομένωι λαοσσόος ἴαχε δαίμων·

«Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ,
δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς
395
σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων
τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις.
παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων·
Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίηι παρὰ Δίρκηι
ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης.
400
ἀλλὰ καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας
θηρὸς ἐχιδνήεντι περισπείρας χθόνα καρπῶι
κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης,
Γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρωι
πέντε λιπὼν ζώοντας· ἐπεσσομένηισι δὲ Θήβαις
405
σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.»

ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη,
καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῶι,
δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῆι παρὰ βώλωι
μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης
410
ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρωι δὲ
ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρωι·
θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ
αὐχένα θηρὸς ἔτεμνεν· ἀπαμηθεῖσα δὲ κόρση
σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίηι
415
ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή.

καὶ δαπέδωι τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῶι
θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε· χωομένου δὲ
Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῆι
ἀλλοφυὴς ἤμελλε παρ᾽ Ἰλλυρίδος σφυρὰ γαίης
420
ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου.

ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσηι
χαλκείηι κυνέηι συνελέξατο καρπὸν ὀλέθρου,
θηρείων γενύων βλοσυρὸν θέρος· ἐνδαπίης δὲ
Παλλάδος ὑβὸν ἄροτρον ἀπ᾽ ὀργάδος εἰς χθόνα σύρων
425
καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης
ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμον ὀδόντων.

καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων,
ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων
στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνωι
430
φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης·
ἄλλος ἄνω προὔκυψεν ἐς ὀμφαλόν, ὃς δ᾽ ἐπὶ γαίηι
ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων·
ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων
οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων
435
ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμωι
τεύχεσιν αὐτοφύτοις κεκορυθμένος· ἆ μέγα θαῦμα,
ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ·
καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων
ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων
440
ἄκρα ποδῶν ἀτέλεστα πεπηγότα λεῖπεν ἀρούρηι.

οὐ μὲν ἐφημοσύνης ἐπελήσατο Κάδμος Ἀθήνης,
ἀλλὰ παλιμφυέων καλάμην ἤμησε Γιγάντων,
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν ἀνεμώδεϊ λόγχηι,
τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας
445
ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος·
ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρωι
γαστέρος ἄχρι φανέντα· καὶ αἵματος αἰνογιγάντων
ἐκχυμένου ποταμηδὸν Ἄρης ὡλίσθανε λύθρωι
φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῶι
450
πορφυρέηι ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης.
ἄλλου μαρναμένοιο παρ᾽ ἰσχίον ἄορι τύψας
συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης.
καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ Γιγάντων
λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης
455
ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῆι
Γηγενέων τινὰ πέτρον ἐπηιώρησε καρήνωι·
οἱ δὲ δαφοινήεντι πόθωι μεθύοντες Ἐνυοῦς
Ἄρεϊ βακχεύθησαν, ὁμογνήτωι δὲ σιδήρωι
ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίηι.
460
ἄλλωι δ᾽ ἄλλος ἔριζεν· ἐρευθιόωντι δὲ λύθρωι
στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης
Γηγενέος κταμένοιο· κατουδαίης δὲ μαχαίρης
γνωτοφόνωι γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης.




Δ ι ο ν υ σ ι α κ ῶ ν   Ε

Πέμπτον ἔτι σκοπίαζε
καὶ Ἀκταίωνα νοήσεις
τὸν κεμὰς οὐκ ὤδινε,
κυνοσπάδα νεβρὸν ἀλήτην.
________________________________________________



Ἀλλ᾽ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων
Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων,
σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος,
φαιδρύνας ἑὰ γυῖα δρακοντοβότωι παρὰ Δίρκηι
5
Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν,
Παλλάδι καλὸν ἄγαλμα. καταρχομένου δὲ θυηλὰς
δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι
οὐλοχύταις· ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῶι
φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος
10
ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο καρήνου
ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης
δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν,
αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης
ἀμφιτόμωι βουπλῆγι, καὶ αἱμαλέωι βοὸς ὁλκῶι
15
λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης,
καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου
πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρωι
πλευρὰ διατμήξαντες ἐμιστύλλοντο μαχαίρηι,
καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην
20
ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας
αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν
ὡμὰ διατμήξας ἐκαλύψατο δίζυγι δημῶι
μιστύλλων κατὰ βαιόν, ἐπ᾽ ἀνθρακιῆι δὲ τανύσσας
σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις
25
εἴρυσεν, ὀπτήσας ἁπαλῶι πυρί· μεσσοπαγῆ δὲ
ἀκροπόρωι στοιχηδὸν ἄγων τετορημένα χαλκῶι
ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης
δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.
καὶ θυόεις ἐλέλικτο δι᾽ ἠέρος ἀτμὸς ἀλήτης
30
Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς
δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστωι
κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.
δαιτυμόνων δὲ φάλαγγες ἐπ᾽ εὐκύκλοιο τραπέζης
εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῶι.
35
οὐδὲ δρακοντοφόνωι καμάτων τέλος ἔπλετο Κάδμωι,
ἀλλὰ μεθ᾽ ἑρπηστῆρα, μετ᾽ ἄγρια φῦλα Γιγάντων,
Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῶι
βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ
ἔχραε Τεμμίκεσσι· καλεσσαμένωι δὲ μαχητὰς
40
ποικίλος ἐσμὸς ἵκανε περικτιόνων ἐπικούρων.

καὶ διδύμαις στρατιῆισιν Ἔρις ξύνωσεν ἐνυὼ
φύλοπιν ὡδίνουσα· συνερχομένων δὲ κυδοιμῶι
τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,
καὶ βέλος ἐρροίζησεν, ἐπ᾽ ὀμφαλόεντι δὲ κύκλωι
45
βαλλομένη μυλόεντι λίθωι σμαράγησε βοείη.
καὶ κταμένων ῥέεν αἷμα· πολὺς δ᾽ ἐπὶ φορβάδι γαίηι
ἡμιθανὴς προκάρηνος ἀνὴρ κεκύλιστο κονίηι.
καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμωι·
λῦτο δ᾽ ἀγών. φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ
50
Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης.

πολλαὶ δ᾽ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων
αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων
ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρωι·
πολλαὶ δ᾽ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμωι
55
+γειομόρων σπάρτοισιν+ ἐμετρήθησαν ἀγυιαί.
καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης
κάλλεϊ λαϊνέωι· καὶ ἐποίπνυεν ἄλλος ἐπ᾽ ἄλλωι
γειοτόμωι γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην
ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμηι
60
Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι,
ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών.
καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν
τορνώσας κανόνεσσιν· ἐπ᾽ ἀρρήκτοις δὲ δομαίοις
ἑπταπόρωι πυλεῶνι περίδρομον ἄστυ χαράξας
65
οὐρανὸν ἑπτάζωνον ἑῆι μιμήσατο τέχνηι,
ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσσας
πυργοδόμωι κιθάρηι πεφυλαγμένον. οὐρανίοις δὲ
ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις
ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας
70
Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνηι
ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ
ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη
τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη·
δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης
75
δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην
Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος
σύγχροος ἠλέκτροις ἀμαρύσσεται ὄρθριος αἴγλη,
Ἠελίωι πυρόεντι πύλην ἀντώπιον Ἠοῦς
μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων·
80
πέμπτην δ᾽ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτηι,
ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη,
γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης·
ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρωι κάμε κόσμωι
ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.
85
τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας
Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης,
ποικίλον ἀσκήσας χθόνιον τύπον ἶσον Ὀλύμπωι.

Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις
Ἁρμονίης ὑμέναιον· ἐπ᾽ εὐθαλάμωι δὲ μελάθρωι
90
Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης.
καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμωι
παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους
μήτηρ ἱμερόεσσα· πατὴρ δ᾽ ὑπὸ χάρματι κούρης
γυμνὸς ἄτερ σακέων ὡρχήσατο μείλιχος Ἄρης
95
δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτηι,
καὶ γαμίηι σάλπιγγι μελίζετο ῥυθμὸν Ἐρώτων
ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου
ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης,
μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις,
100
πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων
εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων
ἑπτατόνωι κιθάρηι φιλοτήσιον ὕμνον ἀράσσων·
καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,
καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,
105
μιμηλὴν δ᾽ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς,
φθεγγομένη παλάμηισι σοφὸν τύπον ἔμφρονι σιγῆι,
ὄμματα δινεύουσα· πολυστρέπτωι δὲ πεδίλωι,
Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,
Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῶι
110
παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν,
καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπ᾽ εὐκύκλωι δὲ χορείηι
αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.
ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης
ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.
115
καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμωι παρὰ παστῶι
πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης
μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.
καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι
120
Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης.

καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην
Ἀρκτώιης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης,
ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφηι
ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν
125
νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπ᾽ ἄλλωι
εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμωι·
Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων
Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ,
ἵππιος ὤπασε δῶρα θαλάσσια Κυανοχαίτης·
130
Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων,
καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμωι
Ἁρμονίης Ἥφαιστος ἐπηιώρησε καρήνωι,
χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην·
καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη
135
Ἄρεα κυδαίνουσα· πολυφράδμων δ᾽ Ἀφροδίτη
χρύσεον ὅρμον ἔχοντα λίθων πολυδαίδαλον αἴγλην
λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης,
Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείηι,
τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη·
140
ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης
υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος·
ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας
λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι· Μαίης
ποικίλον ὅρμον ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτωι
145
ὠς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ
δίστομος ἀμφίσβαινα μέσωι μηρύεται ὁλκῶι
ἰὸν ἀποπτύουσα δι᾽ ἀμφοτέροιο καρήνου,
ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῶι,
ἐς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,
150
λοξῆι καμπύλα νῶτα περισκαίρουσα πορείηι·
ὣς ὅ γε ποικίλος ὅρμος ἐαγότα νῶτα τιταίνων
κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν,
ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων
πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης
155
χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης,
καί οἱ ἑλισσομένη κεφαλὴ πολυδινέι παλμῶι
ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος.
καὶ στομάτων ἑκάτερθεν, ὅπηι τέλος ἐστὶ καὶ ἀρχή,
αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,
160
ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων,
ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κόσμωι·
τῆι μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῆι δὲ Σελήνης
εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης
λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη
165
ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης
Ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ·
ἄλλη μάργαρον εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης
γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης
λαμπομένης· ἑτέρης δὲ μεσόμφαλος αἴθοπι κόσμωι
170
λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης.
ἀλλήλαις δ᾽ ἑκάτερθε συναπτομένων κεφαλάων
χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων,
αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις
σύμπλοκον ἔνθα καὶ ἔνθα· δι᾽ εὐφαέος δὲ προσώπου
175
λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην
ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνωι
ἁπτομένωι. κομόων δὲ λίθων πολυειδέι μορφῆι
πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου
δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῶι
180
εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης·
τῶι ἔνι δαίδαλα πολλὰ τετεύχατο, τῶι ἔνι πάντα
χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης,
οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης
μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς,
185
ψευδαλέην δ᾽ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν· ...
καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης
ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν
Οἷον . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ὅρμον ἑῆι Κυθέρεια γέρας δωρήσατο κούρηι
χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.
190
καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῶι
Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπωι
τικτομένην κατὰ βαιόν· ἀμοιβαίηι δὲ λοχείηι
ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο,
τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.
195
πρώτη δ᾽ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων
μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην
πρωτοτόκοις ὡδῖσιν· ὁμογνήτωι δὲ γενέθληι
καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ,
μήτηρ δισσοτόκος· τριτάτη δ᾽ ἀνέτελλεν Ἀγαύη,
200
ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις
εἴκελον υἷα λόχευσεν ὀδοντοφύτωι παρακοίτηι·
καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου
Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη
θυγατέρων, μούνηι δὲ καὶ ὁπλοτέρηι περ ἐούσηι
205
δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς.
ἄρσενα δ᾽ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτληι
Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμωι,
Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης,
ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις
210
σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς.

καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·
κεκριμένας δὲ θύγατρας ἐπεκλήισεν ἀκοίταις
Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῶι,
καὶ λέχος ἄλλο μετ᾽ ἄλλο συνήρμοσε· δωροφόρος γὰρ
215
πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς,
αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῶι·
οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης
γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,
220
ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις
λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης
παῖδα συνεκλήισε περισσονόωι παρακοίτηι.
καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρηι
δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·
225
καὶ πολὺς ἀχθοφόρωι βεβαρημένος ἐσμὸς ἀνάγκηι
φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,
ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης
δαιδαλέην ὡδῖνα πολυτρήτοιο λοχείης.

κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν
230
εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης,
πῶς νοερῶι μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης
θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,
ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,
καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης
235
καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν
πρώιον ἀτρίπτωι κεχαραγμένον ἴχνος ἀρούρηι ...
καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας
ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης ...
πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,
240
μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ
ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος.
κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων,
πλαζομένης δ᾽ ἔστησεν ἐρημάδος ἔργα μελίσσης,
ἥ τις ἔσω λειμῶνος ἀπ᾽ ἄνθεος ἄνθος ἀμείβει
245
εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις
χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης·
καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος
γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων ...
καὶ δολίωι πνιγόεντι πυρὸς τεχνήμονι καπνῶι
250
σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων
πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης
δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίηι δὲ λοχείηι
βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ
χειρὶ πολυκροτάλωι διδυμάονα δοῦπον ἀράσσων
255
φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης,
καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην
ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο.
πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην,
καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρωι
260
πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης.
καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης
εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας
ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν.
πλαζομένων δ᾽ ἀκίχητον ἀπειθέα φοιτάδι χηλῆι
265
ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων
εἰς νομὸν ἀνθεμόεντα μιῆι ξύνωσε κελεύθωι
αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης.
καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν.
καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης,
270
καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας
αἵματι ταυρείωι γλυκερὴν ἐπεχεύατο λοιβὴν
ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης,
πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος·
Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων
275
πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην,
Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο.
εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς
γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι,
ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη.
280
τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους,
Φοίβου Κήιον υἷα· Ϡ βοοστίκτου δὲ θυηλῆς ...
πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ
ὀρχηθμῶι μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ
εἱλιπόδην ὑμέναιον ἀνεκρούσαντο πολῖται,
285
καὶ μέλος ἱμερόφωνον ἐπεφθέγξαντο γυναῖκες,
καὶ γαμίηι σύριγγι συνέκλαγον Ἄονες αὐλοί.

ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων
Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλωι δὲ μενοινῆι
Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,
290
Ἀρτέμιδος θεράπων ὀρεσίδρομοσ�οὐ νέμεσις δὲ
δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης
υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνησ�·
οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς
λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης·
295
πολλάκι δ᾽ ὑψιπότητον ἐπιθρώισκοντα δοκεύων
πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης
ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν
ὡκείης ἐλάφοιο παραΐσσοντα πορείην.

ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη
300
ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης·
ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην,
Ἰνδώιην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ,
εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι φηγοῦ
λουομένης ἐνόησεν ὅλον δέμας Ἰοχεαίρης,
305
θηητὴρ δ᾽ ἀκόρητος ἀθηήτοιο θεαίνης
ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης
ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης
ὄμματι λαθριδίωι δεδοκημένον Ϡ ὄμματι λοξῶι
Νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμφη,
310
ταρβαλέη δ᾽ ὀλόλυξεν, ἑῆι δ᾽ ἤγγειλεν ἀνάσσηι
ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ
Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην
παρθενίωι ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς,
καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων
315
αἰδομένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη.

Ἀκταίων βαρύποτμε, σὺ μὲν λίπεν αὐτίκα μορφὴ
ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή,
καὶ τανααὶ γναθμοῖσιν ἐμηκύνοντο παρειαί,
κνῆμαι ἐλεπτύνοντο, καὶ ἀγκύλα δοιὰ μετώπωι
320
φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης,
καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή,
καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῶι
εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὡκυπόρωι δὲ
ἔτρεχεν ἀξείνοιο δι᾽ οὔρεος ἅλματι χηλῆς,
325
θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφυῆ δὲ
οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ
νεύμασιν ἀτρέπτοισι βαρύφρονος Ἰοχεαίρης
φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης
νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,
330
ψευδομένηι δ᾽ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῆι
στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσηι.

καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις
ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῶι
δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξηι
335
ὀξυτέραις ὀδύνηισιν· ὑπὸ βροτέηι δὲ μενοινῆι
πότμον ἑὸν στενάχων κινυρῆι βρυχήσατο φωνῆι·

«ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου
γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης·
οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπωι
340
ὑμετέρωι προβλῆτες ἐπηιώρηντο κεραῖαι·
ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ
ὀφθαλμῶν ἀμάρυγμα νόωι μετέθηκεν Ἀθήνη·
χώεται Ἰοχέαιρα κακώτερα Τριτογενείης.
αἴθε μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ
345
ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη,
αἴθε νόον μετάμειψεν, ἅ περ δέμας· ἀλλοφυὴς γὰρ
μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω.
σφωιτέρωι πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρωι;
ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.
350
μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ
ὄμμασι θηρείοισιν ἐχέφρονα δάκρυα λείβω.
ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον
ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων.
αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,
355
ναὶ λίτομαι, καὶ θῆρες ὁμοίιοι· εἰπέ, Κιθαιρών,
Αὐτονόηι, τά περ εἶδες, Ἀρισταίωι δὲ τοκῆι
δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν
καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης,
αὐτὸς ἐμαῖς παλάμηισιν ἐμοὺς ἔθρεψα φονῆας.
360
αἴθε λέων με δάμασσεν ὀρίδρομος, αἴθε με σύρων
πόρδαλις αἰολόνωτος ἀνέσχισεν, αἴθε με πικροῖς
ἀμφιπαγεῖς ὀνύχεσσιν ἀφειδέσι λυσσάδες ἄρκτοι
νεβροφανῆ χαροποῖσιν ἐδαιτρεύσαντο γενείοις,
μηδὲ κύνες με δάμασσαν ὁμήθεες· οὐκέτι μορφήν,
365
οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.»

ἡμιθανὴς τάδ᾽ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων
θηρείηι κύνα μάργον ἐλίσσετο πενθάδι φωνῆι·
μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς
ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.
370
ἤδη δ᾽ αὐτοδίδακτος ὀρεστιὰς ἵπτατο Φήμη
Αὐτονόηι βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην,
οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν,
ἀλλ᾽ ὅτι μοῦνον ὄλωλε. φιλοστόργωι δὲ μενοινῆι
νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ·
375
καὶ πλοκάμους ἐδάιξεν, ὅλον δ᾽ ἔρρηξε χιτῶνα,
πενθαλέοις δ᾽ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς
αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ
παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν
μνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου
380
δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.
καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες
μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ
δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.
μυρομένους δ᾽ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·
385
καὶ πολιὴν πλοκαμῖδα γέρων ἀπεκείρατο Κάδμος,
Ἁρμονίη δ᾽ ἰάχησε· φιλοκλαύτων δὲ γυναικῶν
συμφερτῆι βαρύδουπος ὅλος δόμος ἔβρεμεν ἠχῆι.

Αὐτονόη δ᾽ ὁμόφοιτος Ἀρισταίωι παρακοίτηι
ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·
390
εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν
δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,
πολλάκι δ᾽ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ
ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ
παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.
395
δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ
λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου
γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,
καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόρσην·
λεπταλέους πόδας εἶδε καὶ οὐκ ἐφράσσατο ταρσούς,
400
λεπταλέους πόδας εὗρε καὶ οὐκ ἴδε κύκλα πεδίλων.
δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ
ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς
ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόησεν ἰούλων
ἄνθεϊ πορφυρέωι κεχαραγμένον ἀνθερεῶνα.
405
φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης
τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης
λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δ᾽ ἀπὸ μόχθων
νόστιμος εἰς δόμον ἦλθεν· ἐπ᾽ ἀπρήκτωι δὲ μενοινῆι
ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκωι παρακοίτηι.
410
ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,
ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.

ψυχὴ δ᾽ ἠιθέοιο κατηφέι πατρὶ παρέστη
στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ
ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέηι φάτο φωνῆι·
415
«ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην·
ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,
ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,
καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.
αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ
420
δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.
εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,
προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις·
εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις·
εἰ βροτέους κροτάφους, δολιχὰς σκοπίαζε κεραίας·
425
εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν·
εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.
υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων·
υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.
ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίηι·
430
μὴ τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσσηις·
μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή.
αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων·
οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος Ἰοχεαίρης,
οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης
435
θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας
καλλείψας ἑτέροισι καὶ ὡκυμόρους ὑμεναίους
ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης
δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι
μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας
440
Νηιάδας· δεδάασιν Ἁμαδρύες· ἰσοτύπους δὲ
θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.
ἀλλὰ πάτερ πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ
πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,
παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ
445
θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς.
τίς δὲ κύων ἐλάφου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ
νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ
κυκλάδες ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας
καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ
450
δάκρυα μὲν προχέουσιν ἐχέφρονα καὶ ποσὶν ἄκροις
δίκτυα πηχύνουσι φιλοστόργωι τινὶ θεσμῶι
ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρηι δὲ
πενθαλέαις ὑλακῆισιν ἐπικλαίουσι χαμεύνηι.
ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ
455
δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου,
οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας
ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς·
καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην·
‹σήμερον Ἀκταίωνα τίς ἥρπασεν, εἴπατε, πέτραι,
460
πῆι δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.›
τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη·
‹τίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην;
οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ
Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,
465
ὅς ποτε θῆρας ἔπεφνεν· ὑπ᾽ ἀνδροφόνωι δὲ καὶ αὐτὸς
Ἀγρέος αἷμα φέρων ἀγρεύεται Ἰοχεαίρηι›.
τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.
πολλάκι δ᾽ Ἄρτεμις εἶπεν ἐμῶι μαστῆρι φονῆι·
‹λῆγε, κύων βαρύμοχθε, πολύπλανον ἴχνος ἑλίσσων·
470
δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις,
δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσηις,
ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.›
ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.
θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δ᾽ ἐλαίης·
475
δειλὸς ἐγώ· φιλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσσας
πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης
Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.
ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων
Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας Ἰοχεαίρης
480
τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ
ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.
ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῶι
Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ
485
ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη
χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις·
φαίης δ᾽, ὠς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο
ἑσπερίη σελάγιζε δι᾽ ὕδατος ὄμπνια Μήνη.
Νηιάδες δ᾽ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ
490
σύνθροον Οὖπιν ἔχουσα, γαληναίωι δὲ ῥεέθρωι
νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.
καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·
ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίηι,
καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς
495
ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη,
καὶ κύνες ἀγρευτῆρες ἑοὺς ἐχάραξαν ὀδόντας.
σιγήσω τάδε πάντα· �τί δεύτερον ἄλγος ἐνίψω; �
μή σε καὶ ὑπνώοντα πάλιν στοναχῆισι πελάσσω.
πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται
500
λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα
πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ
οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίηι,
ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω
πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ
505
ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,
εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,
εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης
τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δ᾽ ἤλλαξε φαρέτρην.
ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·
510
οὐ κύνες Ὠρίωνα κυνοσσόον . . . αἴθε καὶ αὐτὸν
σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρωι.
δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·
εἰσαΐων δ᾽, ὅτι Φοῖβος, ἀδελφεὸς Ἰοχεαίρης,
Κυρήνηι παρίαυεν, ἐμὸν δ᾽ ἔσπειρε τοκῆα,
515
Ἄρτεμιν ὡισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.
καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς
ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,
καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,
ὡισάμην, ὅτι τοῖος ἔην νόος Ἰοχεαίρης.
520
ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν,
μηδὲ λίπηις ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.
ἢν δὲ κατακρύψηις ἐμὰ λείψανα κοιλάδι γαίηι,
δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο· τόξα καὶ ἰοὺς
πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.
525
ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις
τέρπεται Ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.
ζωιοτύπον δ᾽ ἱκέτευε πολύτροπον, ὄφρα χαράξηι
στικτὸν ἐμὸν νόθον εἶδος ἀπ᾽ αὐχένος εἰς πόδας ἄκρους·
μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,
530
πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν.
μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γὰρ
δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτησ.»

εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ
ὤιχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης
535
ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου.
ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας
πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,
καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων.
καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη
540
ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης·
καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων
κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν
ἰοδόκην καὶ τόξον ἐρημαίωι παρὰ δένδρωι.
545
ὀστέα δ᾽ ἔνθα καὶ ἔνθα χυτῆι μεμερισμένα γαίηι,
λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ,
καὶ φιλίηι παλάμηι γλυκερὴν πήχυνε κεραίην,
καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ.
ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,
550
πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι
ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή.

ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρωι,
τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη
Γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ
555
πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς.

καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους
εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ·
αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην
ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη
560
παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ
μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσωι.

καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις·
ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν,
ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,
565
αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς,
ὃν τέκε Περσεφόνεια δρακοντείηι Διὸς εὐνῆι
σύγγαμος οὐδαίοιο μελαγχλαίνου βασιλῆος,
Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν,
μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῶι
570
Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην
κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
παιδὶ μιῆι θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης
Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων
δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς
575
ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς,
ὤρεγε δ᾽ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων,
καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης
ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ
Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου
580
ποικίλον ὅρμον ἔτεινε πολύχροον ἀμφιγυήεις·
ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην
Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην·
δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων,
ἀγγελίηι Φαέθοντος ἀραχναίωι τινὶ δεσμῶι
585
γυμνῆι γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτηι.
Ζεὺς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείηι·
καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην
ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων,
Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ
590
λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης·
καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῶι
ἐξ ὀλίγου σπινθῆρος· ἐπ᾽ εὐκόλπωι δὲ θεαίνηι
Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί.

καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη
595
κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτωι δὲ
σιγαλέωι κήρυκι τύπον πιστώσατο μορφῆς
ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρωι,
μιμηλὴν δ᾽ ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ
αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου
600
ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης.

καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῶι
καρχαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης
κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη,
καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,
605
σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην,
καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς
πηγαίωι πεφόρητο καταψύχοντι ῥεέθρωι,
νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῶι.

οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ
610
λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης·
οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείηι,
ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρηι
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν ἐρώτων,
ἔνθεν ἀεξιτόκοιο Κεραστίδος ἔνδοθι Κύπρου
615
Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη.

καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων
εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος· οὐδὲ κεραυνοί,
οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης·
Ἥρης δ᾽ οἶκον ἔλειπε, λέχος δ᾽ ἀπέειπε Διώνης,
620
Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ,
μούνης δ᾽ εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης.


Δίζεο θέσκελον ἕκτον, ὅπηι Ζαγρῆα γεραίρων
γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς.

Ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει
καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.

Ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης
καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα.

Εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης
θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δόμον Ἰνοῦς·

καὶ δεκάτωι μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς,
πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκωι Μελικέρτηι.

Ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις
Ἄμπελον ἀνδροφόνωι πεφορημένον ἅρπαγι ταύρωι.

Δωδεκάτωι φρένα τέρψον, ὅπηι νέον ἄνθος Ἐρώτων
Ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην.

Ἐν τρικαιδεκάτωι στρατιὴν νήριθμον ἐνίψω
καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσωι.

Ἐς δέκατον δὲ τέταρτον ἔχε φρένα· κεῖθι κορύσσει
δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν Ἄρεα Ῥείη.

Πέμπτωι καὶ δεκάτωι βριαρὴν Νίκαιαν ἀείσω,
θηροφόνον ῥοδόπηχυν ἀπειλὴτειραν Ἐρώτων.

Ἕκτωι καὶ δεκάτωι γαμίην Νίκαιαν ἀείδω,
εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου.

Ἑβδομάτωι δεκάτωι πρωτάγριον Ἄρεα μέλπω
καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.

Ὀκτωκαιδεκάτωι Στάφυλος καὶ Βότρυς ἱκάνει,
εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.

Ἐννεακαιδεκάτωι Σταφίλου παρὰ τύμβον ἐγείρει
Βάκχος ἐπὶ κρητῆρι θυώδεϊ τερπνὸν ἀγῶνα.

Εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου,
εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου.

Εἰκοστὸν πρώτιστον ἔχει χόλον Ἐννοσιγαίου
καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.

Δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργα τε μέλπει,
Αἰακὸς ὅσσα τέλεσσε καὶ ἐν πεδίωι καὶ Ὑδάσπηι.

Εἰκοστῶι τριτάτωι πεπερημένον Ἰνδὸν Ὑδάσπην
καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω.

Εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν
κερκίδα θ᾽ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.



Ἐπιγραφαὶ τῶν ὑπολειπομένων
Διονυσιακῶν ποιημάτων.

Εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα
καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου.

Εἰκοστὸν λάχεν ἕκτον ἐπίκλοπον εἶδος Ἀθήνης
καὶ πολὺν ἐγρεκύδοιμον ἀγειρομένων στόλον Ἰνδῶν.

Ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ἧισι Κρονίων
εἰς μόθον ὁλπίζει Βρομίωι ναετῆρας Ὀλύμπου.

Εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν
Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας Ἐνυώ.

Εἰκοστῶι δ᾽ ἐνάτωι πολέμων ἀποχάζεται Ἄρης,
οἷά περ εἰς γάμον ἄλλον ἐπειγόμενος Κυθερείης.

Ἐν δὲ τριηκοστῶι μετὰ νέρτερον οἶκον ἀνάγκης
Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει.

Ἐν δὲ τριηκοστῶι πρώτωι μειλίσσεται Ἥρη
Ὕπνον ἐπὶ Κρονίδηι καὶ Περσεφόνην ἐπὶ Βάκχωι.

Ἐν δὲ τριηκοστῶι τῶι δευτέρωι εἰσὶ κυδοιμοὶ
καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.

Ἐν δὲ τριηκοστῶι τριτάτωι Μορρῆα δαμάζει
φλέξας θοῦρος Ἔρως ἐπὶ κάλεϊ Χαλκομεδείης.

Κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου
Δηριάδης Βάκχηισι κορύσσεται ἔνδοθι πύργων.

Μορρέος ἐχθρὸν Ἔρωτα δὲ τριηκοστῶι ἐνὶ πέμπτωι
δίζεο Βασσαρίδων τε φόνον καὶ Ἄρηα γυναικῶν.

Ἐν δὲ τριηκοστῶι ἕκτωι μετὰ λύματα λύσσης
Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων.

Ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης
ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιν ἀγῶνες.

Ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι δαλῶι
δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος

Ἐν δὲ τριηκοστῶι ἐνάτωι μετὰ κύματα λεύσσεις
Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν.

Τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν,
πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου.

Πρῶτον τεσσαρακοστὸν ἔχει, πόθεν υἱέι Μύρρης
ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη.

Τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω
Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον ἐννοσιγαίου.

Δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω
Ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν Ἐνυώ.

Τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας
δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς.

Πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς
ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου.

Ἥκτον τεσσαρακοστὸν ἴδε πλέον, ἦχι νοήσεις
Πενθέος ῾κρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην.

Ἔρχεο τεσσαρακοστὸν ἐς ἕβδομον, ὁππόθι Περσεὺς
καὶ μόρος Ἰκαρίοιο καὶ ἁβροχίτων Ἀριάδνη.

Δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων,
Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.

ΤΕΛΟΣ 

ΒΙΒΛΙΟΓΡΑΦΙΑ 

_______________________________

editiones:
Nonni Panopolitani Dionysiaca
ed. G. Falkenburg, Antwerpen 1569
editio princeps
Nonni Panopolitani Dionysiaca
ed. D. F. Graefe, Leipzig 1819/26
Nonni Panopolitani Dionysiaca
ed. Comte de Marcellus, Paris 1856
Nonni Panopolitani Dionysiaca
ed. A. Koechly, Leipzig 1857/58
Nonni Panopolitani Dionysiaca
ed. A. Ludwich, Leipzig 1909/11
Nonnos, Dionysiaca
ed. L. R. Lind/H. J. Rose/W. H. D. Rouse, 
London 1940/42
Nonni Panopolitani Dionysiaca
ed. R. Keydell, Berlin 1959
Nonnos de Panopolis, Les Dionysiques
ed. F. Vian, Paris 1976 sqq.
Nonni Panopolitani Paraphrasis S. Evangelii Ioannei
ed. A. Scheindler, Leipzig 1881
Nonni Panopolitani Epigramma
in: Anthologia Graeca
ed. H. Beckby, München 1965/67

auxiliaria:
Lexikon zu den Dionysiaca des Nonnos
ed. W. Peek et al., Berlin/Hildesheim 1968/75

versio electronica:
Robert J. Jackson
University of Utah, 2000



 ΕΠΙΣΗΣ 


Η ΠΑΝΕΛΛΗΝΙΑ ΕΚΣΤΡΑΤΕΙΑ ΤΩΝ ΕΛΛΗΝΩΝ ΕΝΑΝΤΙΟΝ ΤΩΝ ΥΞΩΣ

   ΚΑΙ  

ΝΟΝΝΟΥ : ΔΙΟΝΥΣΙΑΚΑ -ΒΙΒΛΙΑ Α' ΚΑΙ Β'





















ΕΙΚΟΝΕΣ ΑΡΧΑΙΟΓΝΩΜΩΝ

ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΚΑΝΟΝΙΚΑ ΤΗΝ ΕΙΚΟΝΑ ΣΤΟ ΚΙΝΗΤΟ ΚΛΙΚ ΕΠΑΝΩ ΤΗΣ