-->

Αναζήτηση αυτού του ιστολογίου

17/7/13

ΑΚΡΟΠΟΛΙΤΗΣ ΓΕΩΡΓΙΟΣ- ΚΑΤΑ ΛΑΤΙΝΩΝ

ΤΟΥ ΜΕΓΑΛΟΥ ΛΟΓΟΘΕΤΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΛΟΓΟΣ ΚΑΤΑ ΛΑΤΙΝΩΝ ΓΡΑΦΕΙΣ ΑΥΤΩ ΟΤΕ ΕΝ ΤΗ ΔΥΣΗ ΚΑΤΑΣΧΕΤΟΣ ΗΝ

ΟΠΩΣ ΚΑΙ ΕΠΙΤΑΦΙΟΣ ΑΥΤΟΚΡΑΤΕΙΡΑΣ ΕΙΡΗΝΗΣ ΚΑΙ ΥΠΕΡ ΙΩΑΝΝΗ ΔΟΥΚΑ
Τοῦ μεγάλου  λογοθέτου  Γεωργίου τοῦ  Ἀκροπολίτου  λόγος  κατὰ Λατίνων,
 γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν.

1.1 Ἄνδρες Ῥωμαῖοι , οἱ τῆς πρεσβυτέρας Ῥώμης ὁρμώμενοι ,ἐβουλόμην μὲν καλεῖν ὑμᾶς ἀδελφοὺς ὡς ὁμογνώμονας καὶ ὁμόφρον ας , ἐπεί τοί γε τοῦτο σκοπὸς τοῦ ὑπὲρ ἡμῶν τὸ καθ ' ἡμᾶς προσειληφότος θεοῦ καὶ πάντα τὰ τῆς σαρκὸς ἐπιδείξαντος ἐν ἑαυτῷ ἰδιώματα ἄτερ μόνης τῆς ἐφαμάρτου ζωῆς· καὶ τοῦτο ἦν τὸ μέγα περὶ ἡμᾶς τοὺς ἀνθρώπους μυστήριον , ἵνα συνάψῃ τὰ πάντα ἐν ἑαυτῷ καὶ εἰς ὁμο φροσύνην συνάξῃ τῆς πίστεως , ὅπερ , κατὰ τὸν μέγαν Παῦλον, οὐχ Ἕλλην οὐ βάρβαρος οὐ Σκύθης οὐκ Ἰουδαῖος οὐδ' ἄλλο τι τῶν ἐθνικῶν ὀνομάτων παρείληπται , ἀλλὰ μόνον καὶ ὅλον Χριστὸς αὐτοῖς τὸ ἐπίσημον . ἐβουλόμην μὲν οὖν οὕτω –καὶ γὰρ ἐτυγχάνομεν καὶ πάλ αι ἦν ἡμῖν τὸ ὁμόγνω μον καὶ ἀδελφὰ ἐφρονοῦμε ν καὶ τοῖς αὐτοῖς κανόσι τῆς εὐσεβείας ἢ καὶ στάθμαις ἀπηυθυνόμεθα καὶ τοῖς μέρεσι πᾶσιν ἐξισαζόμεθα· ἀλλ' ὁ τῷ φθόνῳ διαχωρίσας τὸν πρῶτον ἄνθρωπον ἀπὸ τοῦ θεοῦ καὶ τοῖς ἀδελφοῖς τὴν κακὴν ἔριν ἐπεμβαλὼν εἰς διάσπασιν , ὡς καὶ εἰς φόνον καταλῆξαι τὸ ῥᾳδιούργημα–φεῦ τῆς ἡμετέρας ἀσθενείας καὶ τῆς τοῦ σατᾶν προσβολῆς –καὶ ἡμᾶς , ὦ φίλοι Ῥωμαῖοι , ἡνωμένους ὄντας διέστησε καὶ εἰς ἀδιάσπαστον συγκεκραμένους διέλυσε . καὶ νῦν ἀποκλαιόμεθα μὲν ἡμεῖς τὸν ὑμέτερον χωρισμόν , ἀποκλαίονται δέ, ὡς πείθομαι , τοῦτον καὶ ὑμῶν οἱ εὐγνωμονέ στεροίτε καὶ συμπαθέστεροι. τί γὰρ χρηστότερον ἢ τερπνότερον ἢ ἀδελφοὺς ἐν τῷ αὐτῷ συνοι κεῖν; τί δὲ χαριέστερον ἢ ὀνησιμώτερον ἢ τοὺς αὐτοὺς ὁμοφρόνως ὑπὲρ τῆς εὐσεβείας ἀνταγωνίζεσθαι; τί δὲ ἀθλιώτερον ἢ ἐλεεινότερον ἢ ἀπορραγῆναιτοὺς ὁμονοοῦντας ἐν Χριστῷ εἰς διχόνοιαν καὶ τοὺς ἡνωμένους ἐν πνεύματι εἰς ἀξυμφυῆ τὴν διάστασιν; εἰ δὲ καὶ ὅπου δύο ἢ τρεῖς ἐν Χριστῷ συνηγμένοι, ἐν τούτοις μέσος γνωρίζεται , πόσῳ μᾶλλον ἐν δυσὶν ἢ τρισὶν ἢ καὶ πλείοσιν ἔθνεσιν ἐν ἑαυτῷ συμφ ρο νοῦσιν οὐ παρέσται καὶ πληρώσει τῶν ἀγαθῶν , ὅσα τε ἐνταῦθα τῆς εἰρήνης εὑρίσκεται καὶ ὧν ὁ καρπὸς ἡ τῶν τελουμένων κάθαρσις ἢ ἀνάβασις , καὶ ὅσα ἐκεῖθεν τῆς ὑψηλοτέρας ζωῆς καὶ ἀμείνονος ; 1.2 ∆ιὰ ταῦτα δὴ τῷ ὑμετέρῳ χωρισμῷ σπαραττόμεθα καὶ τὸ πάθος οὐ διαφέρομεν , ὅτι μέλη ὄντες Χριστοῦ καὶ πρὸς μίαν κεφαλὴν αὐτὸν ἀν αγόμενοί τε καὶ συναρμολογούμενοι οὐκέτι συμπνέομεν τοῖς αὐτοῖς οὐδ ' εἰς ἓν ἔργον τὸ ἅπαν σῶμα κινούμεθα , ἀλλ ' ἀντιφερόμεθα ἑαυτοῖς εἰς ἑτεροίας πράξεις καὶ ἐναν τι ουμ ένας τὸ πλεῖστον μέρος ἐξ ἀντιθέσεως , οὐδ ' εἰς μίαν γωνίαν τὸν ἀκρογωνιαῖον τιθέμεθα, ἀλλ ' ὥσπερ εἰς ἄλλην καὶ ἄλλην κατηρτισμένοι τὴν οἰκο δόμησιν ἄλλα μὲν ἡμεῖς γνωματεύομεν , ἄλλα δὲ ὑμεῖς τερατεύεσθε . καὶ τίς ὁ θρηνήσων ἡμᾶς Ἱερεμίας; καὶ πόσων ἂν χρεί α δακρύων τούτῳ προσγένοιτο· εἰ γὰρ τῆς Ἱερουσαλὴμ ἁλωθείσης καὶ Ἰουδαίων παραχθέντων αὐτῆς , μιᾶς πόλεως καὶ πολλοστοῦ ἔθνους καὶ τὴν φαινομένην πεπονθότων αἰχμαλωσίαν , πηγὰς ἐζήτει καὶ θαλάσσας εἰς δάκρυα, πάσης σχεδὸν τῆς οἰκουμένης ἀντιφωνο ύσης εἰς τὴν εὐσέβειαν καὶ ἀντί φθογγα δογματιζούσης εἰς τὸ κατὰ Χριστὸν κήρυγμα, πόσων ἂν ἐκείνῳ χρεία θαλασσῶν ἐγένετο πρὸς τὰ δάκρυα; ἔμοιγε οὖν οὐκ ἀνθρώποις οὗτος ἁρμόδιος ὀδυρμὸς οὐδὲ τοῖς τὸ θνητὸν τοῦτο φοροῦσιν ἔνδυμα , ἀλλ ' ἀγγέλοις ἢ χερουβὶμ καὶ πάσαις ταῖς ὑπεράνω δυνάμεσιν , ἵν ' ἀξίως ἡμᾶς ἀπο κλαύσωνται οὐκ ἐπιγινώσκοντας τὴν ἀλήθειαν οὐδὲ τὸ μυστήριον τοῦ Χριστοῦ, δι ' οὗ τὴν ἡμετέραν σωτηρίαν ἐπραγματεύσατο 

, ἀλλὰ κοιλίας ἀπερυγγάνοντας ῥήματα καὶ φιλονεικοῦντας νικῆσαι νίκην πολὺ τῆς ἥττης ἀθλιωτέραν . καὶ οὐχ ὑμεῖς τοῦ το , ἡμεῖς δ ' οὔ· ἀλλ ' ὅπερ ἐστίν , ὦ Ῥωμαῖοι , οὐκ ἀποκρύψομαι . 1.3 Ἤρξατο μὲν ἐξ ὑμῶν τὸ πάθος , κατεβοσκήσατο δὲ καὶ ἡμᾶς καθάπερ ἔρπης ἢ γάγγραινα , ἐκ φιλαυτίας ἀρξάμενα καὶ εἰς αὐθάδειαν καταντήσαντα . ἀλλὰ νῦν δεῦτε δὴ καὶ ἀκούσατέ μου , φόβον τοῦ κυρίου διδάξω ὑμᾶς· τοῦτον γὰρ ἀρχὴν σοφίας καὶ ἕτερος εἰρήκει θεόσοφος . ἵνα τί οὕτως ἐσμὲν εὔκολοι οὐ πρὸς ἅπαντα μόνον λόγον , φυσικόν τέ φημι ἢ μαθηματικὸν ἢ λογικὸν ἢ ἀλλοῖον, ἀλλὰ καὶ πρὸς θεολογίαν αὐτήν , ἀκρατεῖς καὶ χεῖρα καὶ γλῶσσαν καὶ τὴν διάνοιαν; τί μὴ τοῖς οἰκείοις ὅροις περιγραφόμεθα; τί πη δῶμεν ὑπὲρ τὰ ἐσκαμμένα; τί μὴ γινώσκομεν ἑαυτοὺς ἀνθρώπους , ἀλλ ' οἰόμεθα μοίρας θειοτέρας εἶναι , φύσεως ὑπεραρθείσης τῶν οὐρανῶν καὶ ἐμφιλοχωρησάσης θεῷ καὶ τὰ κατ ' αὐτὸν ἀρίστως ἐπεγνωκυίας καὶ τοῖς ἄλλοις ἐξαγγέλλειν δεδυνημένης; μάταιοι ὄντως ἡμεῖς , εἰς οὓς ἐπεγγελῶσι μὲν δαίμονες , θρηνοῦσι δὲ ἄγγελοι , καταδικάζει δὲ Χριστός , καὶ καταδίκην , ἣν ἐν τοῖς εὐαγγελίοις προώρισε, κλαυθμὸν καὶ ὀδόντων βρυγμὸν καὶ τὰ λοιπὰ τῆς κολάσεως . οὐ γὰρ ἔχοντες ἔνδυμα γάμου τοῖς ἀμφὶ τὸ δεσποτικὸν δεῖπνον δαι τυμόσι συνανακλίνομεν ἑαυτούς· καὶ τοῦτο οὐ πέρα δεινῶν , καίπερ ὂν δεινόν , ἀλλ ' εἰ μὴ τοῖς πρώτοις καὶ ὧν οὐδεὶς ὑπερέκεινα συγκαταλέξοιμεν ἑαυτούς , ὡς οὐδὲν λελογίσμεθα . ὦ ἡμεῖς δείλειοι · ἀφέν τες τὰ ἡμετέρα θεωρεῖν , τὰ τῆς ἀνεφίκτου καὶ τοῖς χερουβὶμ ζητοῦμεν φύσεως· ἀφέντες τὰς ἐντολὰς τοῦ κυρίου τηρεῖν , δι ' ὧν σωθησόμεθα, θεολογεῖν προειλόμεθα· ἀφέντες περὶ φύσεως καὶ σωμάτων φιλοσοφεῖν καὶ γνωμολογεῖν περὶ ἤθους , ὧν καὶ τὸ τυγχάνειν κέρδος καὶ τὸ ἀποτυγχάνειν οὐ βλαβ ερόν, πρὸς τὸ θεολογεῖν ἀνιπτά μεθα , οὗ τὸ ἁμαρτῆσαι πτῶμα ψυχῆς τὸ ὀλεθριώτατον , καὶ οὗ ἡ ἀνάκλησις ὡς ἀδύνατο ς· οὗ γὰρ τὸ ἀποτυχεῖν ὡς ἀσύγγνωστον , τούτου δυσ χερὴς ἡ ἐπάνοδος . ὦ ἡμεῖς μάταιο ι , τί τὸ περὶ ἡμᾶς τοῦ το τοῦ σατᾶν ἔσχατον δέλεαρ; ὃς ἐπεὶ μὴ ἔχει τοῖς ἄλλοις θηρεῦσαι –ἀποκάμνει γὰρ τοῖς σωτηριώδεσιν ἀντιβαλλόμενος πνεύμασι –τὸ μέγιστον τοῦτο καὶ ἐπικινδυνότατον ἐπιβάλλει θήρατρον τοῖς ὀξυτέροις τάχα καὶ θερμοτέροις εἰς τὴν εὐσέβειαν , ᾧ πολλὰ πλήθη καὶ τῶν περιφανεστέρων ἐν ἄλλοις ἀπώλεσε καὶ τοὺς ὑπερπεπηδηκότας τὰ κάτω καὶ μὴ κατὰ βαθμίδας κεχωρηκότας πτῶμα δακρύων δέδειχεν ἄξιον . 1.4 ∆ιὰ τοῦτο πᾶσιν ὀκνητέον εἰς. θεολογίαν ἐλθεῖν , καὶ φοβητέ ον τὸν φόβον , οὗ τὸ φοβεῖσθαι πάνυ γε ἄξιον . τί γὰρ καὶ θεολογοῦμεν καινότερον; δέον ἀρκεῖσθαι τοῖς προτέροις καὶ οἷς ἡμᾶς ἐδίδαξεν ὁ καλῶς γινώσκων τὰ ἑαυτοῦ , ἢ καὶ τῶν δευτέρων ἀκούειν , ὧν ἡ πρᾶξις καὶ ὧν ὁ βίος ταῖς θείαις ἐμαρτύρησεν ἀποφάσεσιν , ἐπεὶ καὶ οὗτοι οὐ ταῖς οἰκείαις περὶ τὸ πρᾶγμα δυνάμεσι κατεχρήσαντο οὐδὲ τοῖς λογικοῖς καὶ μόνοις μεθοδεύμασιν ἐγκατέμειναν . ἀνθρώπινον γὰρ τοῦτο καὶ τῇ φύσει γινώσκεται , καὶ ποῦ τὰ μυστήρια τῆς θεότητος; ποῦ δὲ τὰ ὑπὲρ φύσιν ἐκ τῶν κατὰ φύσι ν καὶ θαυμαζόμενα καὶ τιμώμενα; Χριστὸς ὁ πρῶτο ς θεολόγος θεολογεῖ , καὶ σὺ τὴν ἐκείνου θεολογίαν παραποιεῖς; ὁ καλῶς εἰδὼς ἑαυτὸν καὶ τοὺς ἑαυτοῦ , καὶ σὺ τολμᾷς καὶ τὸ οἱονοῦν παρ ' αὐτὸν ἀποφαίνεσθαι; ὁ Χριστός φησι· «τὸ πνεῦμα τὸ ἅγιον , ὁ παρὰ τοῦ πατρὸς ἐκπορεύεται », καὶ τίς ἂν ἄλλος τολμήσειε καὶ ἐκ τοῦ υἱοῦ ἀποφήνασθαι; ὥσπερ γὰρ οὗτός φησιν γεγεννῆσθαι ἐκ τοῦ πατρός , καὶ οὐκ ἄν τις ἀπαυθαδιάσαιτο πώποτε λέξαι καὶ ἐκ τοῦ πνεύματος , οὕτω δὴ καὶ ἐν τούτῳ ἐστί . πέμπειν πάλιν αὐτός φησιν τὸν παράκλητον, καὶ στέρξωμεν τὸν λόγον καὶ μὴ παραχαράξωμεν τὸ ῥητόν· ἐκκείσθωσαν οὕτως αἱ συλλαβαί, ἃς ὁ πρῶτος στοιχειωτὴς ἀπεγράψατο . τί συλλογίζῃ ἐπὶ κενῆς καὶ ἐπιφέρεις ἄλλα ἀντ ' ἄλλων ὀνό ματα; τὸ πέμπειν λέγε μοι πέμπειν καὶ ἐκπορεύεσθαί μοι τὸ ἐκπορεύεσθαι· κρείττων σοῦ πολὺ ὁ διδάξας αὐτὰ καὶ πιστε ύ ειν οὑτωσὶ ἐντειλάμενος . τί γὰρ μὴ

2



ἐκπορεύειν αὐτὸ εἰρήκει ἡ αὐτοσοφία καὶ ὁ τῶν μελλόντων προγνώστης , ὃς ἀκριβῶς τὰ τοιαῦτα ἐγίνωσκε καὶ τὴν ἐπὶ τούτοις ἀμφιβολίαν καὶ τὴν διχόνοιαν , ὡς ἂν ἡμᾶς ἀπαλλάξειε πολλῶν ῥημάτων καὶ ἀντιθέσεων , ἀλλὰ πέμψειν αὐτὸ εἶπε τοῖς μαθηταῖς μετὰ τὴν αὐτοῦ πρὸς τὸν πατέρα ἀνάβασιν; εἰ μὴ γὰρ ἄλλο οἶδε τὴν πέμψιν καὶ ἕτερον τὴν ἐκπόρευσιν , οὐκ ἂν παρήλλαξε τὰ ὀνόμα τα, ὥσπερ οὐδ' ἐπὶ τοῦ πατρὸς οὐδ' ἐπὶ τοῦ ὀνόματος τοῦ υἱοῦ καὶ τῆς μέσον αὐτῶν σχέσεως εἴτουν γεννήσεως· ἀλλὰ ταῦτα φυλάττει καὶ οὐκ ἰσοδυναμούσαις , ὡς ἄν τινες φαῖεν , ἐναλλάττει ταῖς λέξεσι . θεός ἐστιν ὁ ταῦτα θεολογῶν καὶ περὶ ἑαυτοῦ, καὶ πῶς ἂν ἐγὼ ἐς τοσοῦτον ἔλθοιμι τόλμης καὶ ἀναιδείας ὡς ἄλλο τι παρὰ ταῦτα θεολογεῖν , κόνις ὢν ἀμυδρὰ καὶ χοῦς πρὸς γῆν ἰλυσπώμενος , κἂν ἐτιμήθην τῷ πνεύματι; Παῦλος οὐ παρα πεποί η κε τὸ ῥητόν , ὁ εἰς τρίτον ἀρθεὶς οὐ ρανὸν κἀκεῖθεν εἰς τὸν παράδεισον καὶ ἀκούσας ἀνέκφραστα· εὐαγγελιστὴς οὐδεὶς ἀπεγράψατο καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸν παράκλητον , καὶ τίς οὕτω θρασὺς τὰς φρένας καὶ τοὺς λόγους ἀκάθεκτος , ὡς ἀπερυγγάνειν τοῦτο τοῦ στόματος ; 1.5 Εἰ δὲ τὴν πέμψιν πάλιν λαμβάνεις εἰς τὴν ἀπόδειξιν καὶ ἐνσχολάζεις τῷ ῥήματι καὶ ταυτίζεις ὀνόματα καὶ πέμπειν λέγεις τὸ ἐκπορεύεσθαι , ἄκουε πάλιν τῶν πρὸς ἀντίρρησιν. οὐδὲν τῶν ὀνομάτων ἄντικρυς ὡς ταὐτόν· κἂν αὐτὰ φέρῃς τὰ πολυώνυμα , εὑρήσεις ἐν τούτοις διαφορὰν οὐ σμικράν · πρὸς γὰρ ἄλλην καὶ ἄλλην τοῦ ὑποκειμένου τὴν ἔννοιαν ἀπιδόντες οἱ πρώτως θέντες ὀνόματα τὸ ποικίλον τῶν ὀνομάτων ἐπέθεντο . καὶ γνοίης ἂν ταῦτα καλῶς ἐς διδασκάλου ἀφιγμένος γραμματιστῶν τὰς συλλαβὰς ἀνα πτύσσοντος καὶ τὸ κεκρυμμένον τῆς διανοίας ἀνακαλύπτοντος –καὶ ταῦτα οὐκ ἂν ἐξ ὑπογυίου ὁ παρατυχὼν ἐπιγνώσαιτο – καὶ ἴδοις ἂν καὶ τοὺς ἐπιστήμονας οὐ τοῖς τυχο ῦσι τῶν ὀνομάτων χρωμένους εἰς ἑρμηνείαν , εἴπερ κυριολεκτεῖν ἐπε βάλλοντο , ἀλλὰ τοῖς προσ φυέσι καὶ καταλλήλοις καὶ μὴ ἀπᾴδουσιν . εἰ γοῦν ἐπὶ τῶν καθ ' ἡμᾶς καὶ θνητῶν ἡ τῶν ὀνομάτων διαφορὰ πολλὴν ἐπικρύπτει τὴν ἔννοιαν καὶ ὁ ἐπιστήμων ἐπέγνωκε καὶ οὐκ ἐᾷ παραχαράττειν τοὺς μὴ λόγοις τοῖς τεχνικοῖς ἐμβαθύνοντας , πόσῳ μᾶλλον ἐπὶ τῆς ὑπὲρ ἡμᾶς φύσεως , τῆς ὑπερουσίου οὐσίας, τῆς πάντων αἰτίας τῶν ὄντων , τῆς μὴ παρά του γινωσκομένης μηδὲ τῶν κατ ' αὐτήν τι διδούσης εἰς μικρὰν ἐκείνης κατάληψιν , τῆς ὑπεραιρο μένης πάσης [ὑπερκειμένης ] οὐσίας τε καὶ δυνά μεως , ἐξ ἧς ἅπαν ὂν καὶ ἔστι καὶ ζωο ῦ ται καὶ ἀγαθύνεται καὶ διαμένει περικρατούμενον, ἀρρήτῳ δυνάμει τῆς ὀντο ποιοῦ συνεχόμενον φύσεως; πόσον γοῦν ἐπὶ τῆς ἀρρήτου ταύτης οὐσίας χρεὼν παρατηρεῖν τὰ ὀνόματα , ἅπερ ὁ πρωτουργὸς τῆς τούτων ἀποκαλύψεως ἔθετο , καὶ λέγειν μὲ ν ἐκπορεύεσθαι τὸ πνεῦμα ἐφ ' οἷς εἰρήκει τὸ ἐκπορεύεσθαι , καὶ πέμ πεσθαι πάλιν ἐφ ' οἷς τὸ πέμπεσθαι ἔλεξε . τίς γὰρ οἶδε νοῦν κυρίου; τίς εἰς τὰ βάθη παρέκυψε τὰ τοῦ πνεύ ματος; ἔφη Χριστὸς τὸ πνεῦμα παρὰ τοῦ πατρὸς ἐκπορεύεσ θαι , καὶ οὐκ ἄν τις τῶν εὐσεβεῖν ᾑρημένων παραχαράξειε τὴν φωνήν . ἔφη πάλιν οὗτος ἐκπέμπειν αὐτό , καὶ μενέτω οὕτως τὸ ὄνομα . ἢ τίς ὁ λόγος ἐκεῖνο μὲν φυλάττειν ἀπαραποίητον , τοῦτο δὲ ἐπάγειν εἰς ἕτερον; καίτοι γε οὐχ ἁπλῶς ὄντος τοῦ πράγματος οὐ δὲ τῶν ἀκινδύνω ν, ἀλλὰ καὶ τῶν λίαν ἐπικινδυνοτάτων καὶ πολὺν παρεχομένων τὸν ὄλεθρον. 1.6 Ἐπέλθωμεν καὶ τὰ τῶν θεοφόρων συντάγματα καὶ διδάγματα . ὅτι μὲν καὶ οὗτοι περὶ τού των τοιαύτην ἔσχον τὴν ἔννοιαν , ἐκ τῶν δε δῆλον καθέστηκε· τίς γὰρ αὐτῶν ἀπεθρα σύνθη ἐκ τοῦ υἱοῦ ἐρεῖν τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθ αι; καὶ μὴν εἶχον εἰπεῖν εἰ τοιοῦτόν τι νενοήκασιν , ἀλλ ' εἰς τὴν πέμψιν ἐνέμειναν καὶ τὴν δόσ ιν καὶ τὴν χορηγίαν , ἔστιν οὗ καὶ τὴν πρόεσιν. πρόεσις δὲ οὐ ταὐτὸν τοῖς ἐπηβόλοις τῶν λογίων τῇ ἐκπορεύσει γνωρίζεται , εἴ γε φαμὲν καὶ τὸν υἱὸν προΐεσθαι τοῦ πατρός , ἀλλ ' ἔστι κοινή τις φωνὴ προσδιορισμοῦ τινος δεομένη πρὸς τὴν

3



σαφήνειαν . πρόεισι μὲν γὰρ τοῦ πατρὸς ὁ υἱός, ἀλλὰ γεννητῶς· πρόεισιν αὐτοῦ καὶ τὸ πνεῦμα, ἀλλ ' ἐκπορευτῶς . ὥστε οὐχ ὅπου πρόεσις , γέννησις ἐκεῖ ἢ ἐκπόρευσις . ταύτῃ δὲ τῇ φωνῇ χρησάμενοι ἐπὶ τοῦ πνεύματος οἱ τῆς ἐκκλησίας φωστῆρες , καθάπερ ἀμ έλει καὶ ταῖ ς προειρημέν αις , οὐ προσδιορι σμῷ τινι ἐπεσημήναντο τοῦτο, ἵνα ἔχοιμεν γνῶναι τὸ νόημα, ὅπερ ἦν δέον , εἰ νενοήκασι · προϊέναι γὰρ ἐκ τοῦ υἱοῦ ἀλλ ' ἐκπορευτῶς εἶχον ἂν εἰπεῖν , εἰ πρὸς τοιοῦτον ἀπένευον τὸν σκοπόν . 1.7 Λέγε οὖν καὶ σὺ τὰς τοιαύτας φωνὰς ἀμεταποιήτους παραφυλάττων εἰς τὴν ἐκφώνησιν . δίδασκε τὸ πνεῦμα παρὰ τοῦ λόγου ἐκπέμπεσθαι· ἐδιδάχθης γὰρ τοῦτο παρὰ τοῦ κρείττονος. ἑρμή νευε καὶ χορηγεῖσθαι τοῦτο παρ' αὐτοῦ καὶ δίδοσθαι καὶ ἀποστέλλεσθαι καὶ προΐεσθαι· δεδίδαξαι γὰρ ταῦτα παρὰ μεγίστων ἐκείνων ἀνδρῶν , ὧν ἡ ἀρετὴ τὸ ἐπίσημον καὶ ὧν τὸ θεοφορούμενον ὡς ἐπίδηλον . Βασίλειοι ταῦτα θεολογοῦσι καὶ Κύριλλοι καὶ Γρηγόριοι, οἳ οὐδ ' ὁπωσοῦν τετολμήκασιν ἐπὶ τοῦ υἱοῦ διαγράψασθαι τὴν τοῦ πνεύματος ἐκπόρευσιν . καὶ πῶς ἂν ἡμεῖς ἀπερυθριάστως οὕτως ἐπιπηδήσωμεν τῷ ὀνόματι καὶ κρεῖττον ἢ ἐκείνους ἑαυτοὺς εἰδέναι ἀπισχυρισώμεθα; ποῦ ποτε εὗρες τοῖς τού των συγγράμμασι τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι; ἀλλὰ πάλιν ἐπάγονται οἱ ῥᾳδίως εὑρισκόμενοί σοι συλλογισμοὶ καὶ τὸ σαθρὸν τοῦτο τοῦ λόγου σχοινίον , δι ' οὗ συνάγεις τὰ ἄτοπα , εἰ γε ψευδῆ τοῖς εὖ φρονοῦσι τὰ ἄτοπα . πῶς γὰρ οἱ τοσοῦτοί τε καὶ τοιοῦτοι οὐκ ἔγνωσαν τὸ παρά σου συναγόμενον; ἀλλὰ τὰς μὲν προτάσεις ἐγίνωσκον καὶ ἐδίδασκον , ἅπερ δὲ ὡς ἑπόμενα φέρεις αὐτὸς εἴτε δὴ συμπεράσματα οὐχ ὅλως εἰς νοῦν ἐδέξαντο· ἃ γὰρ οὐ νενοήκασι , πῶς ἂν τοῖς διδασκομένοι ς παρέθεντο; λάβε μοι καὶ αὐτὸς τὰς προ τάσεις ὡς λόγους, εἰ βούλει , καὶ συμπεράσματα , καὶ μὴ δι ' αὐτῶν συμπέραινε ἕτερα ἀλλότρια τῆς ἀληθείας καὶ ξένα τῆς ἐκκλησίας τοῦ Χριστοῦ . 1.8 Τίς ἡ τῆς θεολογίας τέχνη ἢ ἐπιστήμη , ὡς τοῖς κανόσι ταύτης ἑψόμεθα; ἁπλῆ τίς ἐστι διδασκαλία τὸ ἡμέτερον κήρυγμα . Χριστὸς γὰρ ταύτην ἐδίδαξεν , ἐπλάτυναν αὐτὴν οἱ ἀπόστολοι , ἐκράτυναν οἱ διδάσκαλ οι. πάλιν φιλονεικεῖς συλλογίζεσθαι, κἀγώ σοι τὸν λόγον ἁπλοῦν ἀντιτίθημι . σὺ συμπεραί νεις μοι τὰ ψευδῆ , κἀγώ σοι προτείνω τὰ ἀληθῆ . συνάγεις μοι ἐκ τῶν προτάσεων καὶ ἐκ τοῦ υἱοῦ , ἐγώ σοι τὸ ἐκ τοῦ πατρὸς ἀποφαίνομαι . τοῦ το μὲν Χριστοῦ , ἐκεῖνο δ ' οὐκ οἶδα τίνος· τοῦ το τῆς αὐτοσοφίας τὸ δίδαγμα , ἐκεῖνο πλάσμα διανοίας οὐχ ὑγιοῦς , τεχναζομένης εἰς τὰ ὑπερέκεινα τεχνῶν καὶ ἐπιστημῶν· τοῦτο Χριστὸς διδάσκει , καὶ τῷ λόγῳ πεπίστευκα , ἐκεῖν ο προφέρεις σύ , καὶ οὐκέτι πειθόμενον ἔχεις με . τίς ἡ τοσαύτη καινοτομία τῶν λόγων; τίς ἡ τοσαύτη περὶ τοὺς θείους τῶν λόγων ἀδολεσχία , ὡς μὴ θέλειν ἐν ἄλλοις ἀσχολεῖσθαι καὶ ἐπιδείκνυσθαι , ἀλλ ' ἐν τοῖς θείοις φιλονεικεῖν ἐναβρύνεσθαι; Ἀθηναίων οὐδὲν ἦν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον , καὶ τῶν νέων θεολόγων μεταποιεῖν τὰ τῆς ἀληθείας διδάγματα . 1.9 Εἰ δὲ εἰς δουλείαν ἄγεις τὴν ἐκ τῆς πέμψεω ς πρόοδον ἢ τὴν δόσιν ἢ τὴν χορηγίαν ἢ τὴν πρόεσιν καὶ πάλιν θεολογεῖς ἢ φιλοσο φεῖς τὸ φύσει ἢ μὴ φύσει καὶ τὸ κατ ' ἐξουσίαν ἢ κατὰ τὴν συνάφειαν καὶ ἢ οἴκοθεν ἢ ἔξωθεν καὶ ὅσα τοῦ τεχνυδρίο υ τοῦ ἀνθρωπίνου , ἀδολεσχεῖν σε ἐάσω ταῖ ς τοιαύταις πλημ μελῶς προσφερομέναις ἐρεσχελίαις καὶ μιᾷ τῇ λύσει ἀνατρέψω τὰς ἐντέχ ν ους σοι διαιρέσεις ἢ ὑποδιαιρέσεις ἢ ἐπιδιαιρέσεις καὶ τὸ τῶν ἑπομένων ἀναγκαίων ταῖ ς ἀντιθέσεσιν . ἐπὶ τῆς τοῦ θεοῦ φύσεως καὶ τῆς αὐτοῦ διαιρέσεως καὶ ἑνώσεως καὶ νοῦς ἀσθενεῖ , ἐν ᾧ τοὺς ὅρους γινώσκομεν , καὶ διάνοια ἀπηγόρευκε , δι ' ἧς τὰς ἐπιστήμας εὑρήκαμεν ἢ ἐσχήκαμεν· καὶ δόξα πῶς ἂν σχοίη χώραν τῶν πρὸ αὐτῆς ἀμαυρουμένων καὶ ἀπηυδηκότων τὴν νόησιν; ἄνθρωποι τὰς τέχνας εὑρ ή καμεν καὶ τὴν φύ σιν κατεξετάσαντες φυ σικῶς τοὺς λόγους προάγομεν , καὶ τέχνῃ τὰς τῆς φύσεως ἀκολουθίας ἐγνώ καμεν . ἐπὶ δὲ τοῖς ὑπερφυέσι τίς ὁ τεχνικὸς λόγος; ποῖος ὁ

4



ἐπιστημονικὸς νοῦς; ἡλίκος ὁ ὑπερέκεινα , ὥστε νοῆσαί τι καὶ ἀποφήνασθαι , ὅπου ἐπιμύει τὰ πολυόμματα , ὅπου ἐπι φρίττει τὰ χερουβίμ , ὅπου σιγῶσι δυνάμεις πᾶσαι καὶ ἄγγελοι , ἐν μόνον εἰδότες ᾆσμα τοῦ τρισαγίου τὴν αἴνεσιν , ἀπεριέρ γως καὶ ταύτην καὶ τῶν τεχνικῶν λεξειδίων ὑπερανῳκισμένην ἐν τῇ ἁπλότητι; ἔδει γὰρ τοῖς ἁπλοῖς ἢ τῷ ἁπλῷ ἢ καὶ ὑπὲρ αὐτὸ τὸ ἁπλοῦν ἁπλᾶς γενέσθαι καὶ τὰς ᾠδάς . τί γοῦν ἡμεῖς οἱ σύνθετοι καὶ πολλοῖς συνεστηκότε ς τοῖς κρά μασιν οὐ τοὺς ἁπλοῦς ζηλοῦμεν λόγους ταῖς περὶ τὸ θεῖον ὑπολήψεσι καὶ κατ ' αὐτὸ τὰς φωνὰς συνάγομεν , ἵνα καὶ συναχθῶμεν ὑπὸ τῆς μιᾶς δημιουργικῆς πανταρχίας εἰς ἕν , μίαν συμφωνία ν συμπλέξαντ ες ἀνθρωπίνην , ὡς τῆς ἀγγε λικῆς συμμετάσχοιμεν; ἀρκεσθησόμεθα τοῖς ἐνταῦθα παρὰ Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ δεδιδαγμένοις ἡμῖν· εἰ δέ τι εἴη καὶ κρυφιωδέστερον, ἐκεῖ ταμιεύσωμεν ἑαυτοῖς . ἢ τί γὰρ ἂν ἄλλο τῆς ἐκεῖθεν εἶναι δοίημεν βιοτῆς , εἰ πάντα ἐνταῦθα τὰ τοῦ θεοῦ γνοίημεν; ἢ πῶς εἰ δείημεν ἂν καὶ σάρκες ὄντες καὶ ὕλης μετέχον τες , εἰ πάντων τῶν θείων ἐφικέσθαι σπουδάσαιμεν; 1.10 Εἴπερ ἦν ἀληθὲς ἐκπορεύεσθαι καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον , οὐκ ὤκνησαν οἱ διδάσκαλοι ταῖς ἑαυτῶν συγγραφαῖς ἐνσημήνασθαι· οὐ δὲ γὰρ ἔχω λέγειν· ἐφθόνησαν . ἀλλ ' ἐκεῖνοι μὲν ἐσιώπησαν , δειλίαν ἐπαινουμένην ἐν ἑαυτοῖς δειλιάσαντες , σὺ δὲ οἷος ὢν ἀποθρασύνῃ τὴν προ φοράν; καὶ Χριστὸς μὲν οὐκ εἴρηκεν· οἴομαι γάρ , ὡς οὐκ ἦν . πῶς γάρ , ἂν ὄν , οὐκ ἐδίδαξεν , οἷς τὴν πᾶσαν θεολογίαν ἐτράνωσε; καὶ μετ ' αὐτὸν οὐ δεὶς τῶν διδασκάλων εἰπεῖν ἀπετόλμησε , σὺ δὲ ὁ ταῦτα λέγων τίς ὢν τυγχάνεις εἰς πίστωσιν; οὐκ ἔστιν ἡ πέμψις καὶ ἡ δόσις καὶ ἡ χορηγία καὶ ἡ πρόοδος τῇ ἐκπορεύσει ταὐτά· εἰ γὰρ ἦσαν ταὐτά , οὐκ ἂν τούτοις χρώμενοι ἐν τοῖς ἁπανταχοῦ λόγοις τὴν ἐκπόρευσιν ηὐλαβήθησαν· οὐδὲ γὰρ ἤθελον μὴ συνᾴδειν Χριστῷ . ἐμμένειν γοῦν χρεὼν τοῖς ῥήμασι τοῦ Χριστοῦ καὶ τοῖς μετὰ τοῦτον διδάγμασιν . ἀλλὰ Παῦλον ἔχεις συνηγοροῦντά σοι , πνεῦμα Χριστοῦ καὶ πνεῦμα τῆς ἀληθείας διδάσκοντα . καὶ τίς οὐ λέγει τὸ πνεῦμα εἶναι Χριστοῦ εἴτουν υἱοῦ; ἀλλότριος τῆς ἐκκλησίας Χριστοῦ ὁ ταῦτα μὴ συμφθεγγόμενος . ἐκπορεύεσθαι δὲ καὶ ἐξ υἱοῦ οὔτ ' αὐτὸς ὁ υἱὸς ὁ τὰ τοῦ πατρὸς καὶ τὰ ἑαυτοῦ καὶ τὰ τοῦ πνεύματος διδάξας ἀριδηλότατα εἴρηκεν , οὔτε μήν τις τῶν διδασκάλων ἐθέσπισεν , ὅσα ἡμᾶς· εἰδέναι , καὶ ὧν τὰς γραφὰς εἰς διδασκαλίαν καὶ ὄνησιν τῶν πολλῶν παρατιθέασιν ἄν θρωποι . ζητεῖς καὶ αὖθις , ὡς οἶμαι, τοὺς λόγο υς τῆς ἀποστολῆς, τῆς χορηγίας , τῆς δόσεως· «εἰ παρὰ τὴν ἐκπόρευσιν ὄντα , τί γε ἄρα εἰσίν; ἀποστολὴ χορηγία καὶ δόσις ταὐτά εἰσι .» τίς εἶ ὁ ἐξετάζων περὶ θεοῦ; αὐτὸς εἰρήκει περὶ ἑαυτοῦ , καὶ κατάμενε τοῖς αὐτο ῖ ς καὶ τοὺς λόγους κατάτριβε καὶ αὐτὸς καὶ τὰ ὀν όματα ἔχε μὴ παραβλαπτόμενα παρά του τῶν κακῶς παραχαραττόντων καὶ τὴν βασιλικὴν δραχμήν , ὑπὲρ ἧς ὁ δεσπότης ἐποιήσατο τὴν σπουδήν, ἵνα εὕρῃ ταύτην συγκεχωσμένην τοῖς πάθεσι . 1.11 Πάλιν ἀδο λ εσχεῖς , καὶ πάλιν θεολογῶ . λέγε τὰς ῥήσεις καθ ὼς ἐλέχθησαν ἢ ἐγράφησαν , καὶ οὐ κινδυνεύσεις περὶ ψυχὴν οὐδὲ φιλονεικήσεις μοι πρὸς λόγων τρυφήν , εἴγε τοῖς τοιούτοις τινὲς κακῶς μεμελετήκασιν ἐντρυφᾶν , ἀφορμὴν λόγων τὴν θεολογίαν ποιούμενοι , ὡς μὴ ὄντων ἄλλων ἐν οἷς ἂν ἐπιδείξαιντο τὸ φιλότιμον . φύσις ἐστίν , ἀριθμοί , ποσὰ συνεχῆ, ἁρμονία καὶ λόγων παντοίων ἰδέαι , ψυχῆς γνῶσις , νοὸς κάθαρσις , αἰσθήσεως διαφορά , καὶ τῶν ἔξωθεν ἐν ἑαυταῖς συστολὴ ἢ ἀναγωγὴ πρὸς τὸν νοῦν. ταῦτα φιλο σοφητέον ἡμῖν , περὶ δὲ θεοῦ πάμπαν εὐλαβητέον . ἀπη ναισχυντήκασι μὲν ἔνιοι τῶν θεολογεῖν βεβουλημένων ἐν ἐννοίαις , ἐν λέξεσιν , ἀλλ ' ἐξωστρακίσθησαν , ἀλλ ' ἀπερρίφη σαν , ἀλλ ' ὡς σεσηπότα μέλη τῆς ἐκκλησίας τῆς κεφαλῆς ἀπεκόπησαν , καὶ νῦν εἰσιν ἐλεεινοὶ τοῦ θράσους καὶ κατα γελώμενοι καὶ θρηνούμε νοι. μὴ τοιαύτης μερίδος φανείημεν καὶ ἡμεῖς . ἐγκαρτερήσωμεν τοῖς δεδιδαγμένοις παρὰ Χριστοῦ , παρὰ τῶν ἀποστόλων , παρὰ τῶν

5



ἐς ὕστερον διδασκάλων , τῶν θεοφόρων ἀνδρῶν· ταῖς λέξεσιν ἐκείνων εἰς τὴν ἡμετέραν χρησώμεθα προφοράν , τὰς αὐτὰς ἐννοίας προβάλωμεν εἰς διδάγματα , μὴ ἀφορμὴν ἀπωλείας τὴν τῆς σωτηρίας ἡμῶν ἐλπίδα ὁ κοινὸς προσλάβῃ ἐχθρὸς καί , ὅθεν ἡ μῖν τὸ σώζεσθαι , ἐκεῖθεν γένηται ἡ φθορά . δεινός ἐστιν ὁ ἀντίπαλος , καὶ εἰ τοῖς ἀριστεροῖς ἀποκάμοι , ἐπιβάλλει τοῖς δεξιοῖς, καὶ τὸν ζῆλον προφέρει καὶ τάχα μεταχειρίζεται τὴν ἀλήθειαν . κιρνᾷ κρατῆρα μέλιτος πλήρη, καὶ δηλητη ρίου μεστὸς τοῖς εὖ φρονοῦσι γινώσκεται· σαίν ει τῷ φαινομένῳ καὶ δάκνει τῷ κρυπτομένῳ . σφραγὶς ἡμῖν ἐγεγόνει πᾶσ ι τοῖς εἰς Χριστὸν πεπιστευκόσι κοι ν ή . ταύτῃ τῇ σφραγῖδι πάντες ἐνσημαινώμεθα , καὶ τάχα πα ραδράμῃ ἡμᾶς ὁ ὀλο θρεύων διάβολος . ποίμνη ἐσμὲν τοῦ Χριστοῦ, τοῦ καλοῦ ποιμένος καὶ ἀρχιποιμένος· φυλάττωμεν ἡμῶν τὴν σφραγῖδα ἀπαρεγχείρητον , μὴ λάθωμεν τῷ κλέπτῃ σεσυλημένοι καὶ τῷ δεσπότη μὴ γινωσκόμενοι . αἱρέσεις οὐκ ὀλίγαι κατὰ καιροὺς ἀνεφάνησαν , καθάπερ ζιζάνια τὸν καθαρὸν σῖτον μολ ῦν αι θέλουσαι τοῦ Χρισ τοῦ , ἀλλὰ λόγοις ἀληθείας ἐξ ερριζώθησα ν. οὐ δὲν δὲ τὴν σφραγῖδα τοῖς διὰ ταῦτα λόγοις παρεποιήσαντο οἱ διδάσκαλοι , ἀλλ ' ἠρκέσθησαν καὶ μόνον ἀποβαλεῖν τὸ ἀλλότριον· ἡ δὲ σφραγὶς ἐτηρήθη ὡς ἔσχε φύσεως ἐξ ἀρχῆς . ὃ γὰρ ἐκ δευτέρου πολλοῖς κανόσι καὶ ἀρίστως ἠκριβωμένοις πεπλήρωται , τούτου τὴν τελείωσιν ὡς μηδενὸς προσδεομέ νην ἐθέσπισαν· ἀλλ ' ὤρθουν μὲν τὸ σφαλλόμενον , τὸ δὲ καλῶς ἐγκείμενον ἐτήρουν πάμπαν ἀλώ βητον . εἰ γοῦν θέλεις πρόβατον Χριστοῦ καὶ εἶναι καὶ πᾶσι τοῖς ὁρῶσι γινώσκεσθαι , φέρε τὴν σφραγῖδα καθὰ τῷ εἴδει τῆς εὐσεβείας μεμόρφωται , καὶ μὴ κίβδηλον ἔχῃς παραποιήσας σου πρὸς τὸ βούλημα, μή ποτέ σοι ὁ κύριος ἐν τυχών , ὁ λέγων γινώσκειν τὰ αὐτοῦ καὶ ὑπὸ τῶν ἐκείνου γινώσκεσθαι , «οὐκ οἶδά σε» δικαίως ἐρεῖ . 1.12 Ἀλλ ' ἐπὶ γλώττης αἱ εἰκόνες καὶ ἐξ ὑπογυίου τὰ παρα δείγματα , ῥίζα καὶ κλάδος καὶ ὁ καρπὸς καὶ ὁ ἥλιος καὶ ἀκτὶς καὶ ἀπαύγασμα· τὸ γὰρ τῆς πηγῆς σιωπῶ , ἀξύμφυλον ὂν εἰς παράληψιν . ἐγώ σου τοὺς λόγους διαλύσω τῶν παραδειγμάτων , εἰ μόνον ἐθέλεις ἀφιλονείκως ἐπαΐειν τῶν λεγομένων μοι. καρπὸς τὸ πνεῦμα κατὰ τὰς ὑποθέσεις σου πέφυκε , καὶ ἐν ἑτέροις πάλιν ἀπαύγασμα . ἀλλ ' ἡ ἑτερότης πολλὴ καὶ οὐχ ἁπλοῦν τὸ διάφορον . ἵνα τί γοῦν μὴ τὸν καρπὸν ἐκ τοῦ κλάδου καὶ τὸ ἀπαύγασμα ἐξ ἀκτῖνος ὁ σοφὸς τὰ πάντα καὶ τὰ ἑαυτοῦ εἰδὼς ἄριστα ἀπεφήνατο , ἀλλ ' ἐκ τῆς ῥίζης καὶ ἐξ ἡλίου; μήποτε οὖν καὶ ἄμφω κλάδοι καὶ ἄμφω καρποὶ ἢ καὶ ἀκτῖνες καὶ ἀπαυγάσματα ἐν ἀλλήλοις ἡνωμένα καὶ ἀνακεκραμένα ἀρρήτοις λόγοις, μὴ παραποιοῦντα τὰ ἰδιώματα . πῶς δὲ καὶ ἕξει χώραν ἐν ἀσχηματίστοις , ἐν ἀναφέσιν , ἐν πᾶσιν ἀπηλλαγμένοις αἰσθητι κῆς ἀντιλήψεως καὶ ἐμφάσεως τὰ τόπῳ καὶ διαστάσει περι γραφόμενα; βούλομαι καὶ αὐτὸς τρεῖς ταῦτα λέγειν ἡλίους , ἐξ ἑνὸς τῶν δύο ἐχόντων τὴν ὕπαρξιν, ἀλλὰ θροεῖ με διο ρισμὸς καὶ περιγραφὴ καὶ τὸ μὴ πάντα ἐν ἀλλήλοις ταῦτα γνωρίζεσθαι . θράττει με καὶ ἡ ῥίζα καὶ ὁ κλάδος καὶ ὁ καρπός , εἰ ἐν ὑποστάσει μιᾷ μέρη ταὐτά εἰσιν , ἐξ ὧν τὸ ὅλον συνέστηκεν. ἀλλὰ καὶ ὁ ἥλιος ἄτομον , καὶ πῶς ἡ τρισυπόστατος φύσις ἐν ἑνὶ ἀτόμῳ εἰκονισθήσεται , μέρεσι σπαραττομέ νη καὶ διαιρουμέ νη, ὧν ἕκαστον τῇ τοῦ ὅλου φύσει οὔτε συνέστηκεν οὔτε ὠνόμασται; θεὸς δὲ ὁ πατήρ , θεὸς ὁ υἱός , θεὸς τὸ πνεῦμα τὸ ἅγιον· ἐξ ἑνὸς τὰ δύο ὡς αἰτίου αἰτιατά , τὸ μὲν γεννητῶς , τὸ δ ' ἐκπορευτῶς , καὶ ἀλλήλοις συμπεφυκότα καὶ ἀεὶ συνόντα ὡς ὁμοούσια . εἰ δ ' ὁμοούσια , πάντως καὶ ὁμοδύναμα, μὴ τῆς τοῦ αἰτίου οὐ σίας ὁπωσοῦν εἴτουν ἐνεργείας εἴτε δυνάμεως ὑφιέμενα . εἰ δ ' ἔστι καὶ ἑτέρα ἰδιότης ἀμφοῖν , ὡς τὸ μὲν ἐξ ἑκατέρου δίδοσθαι ἢ ἀποστέλλεσθαι ἢ χορηγεῖσθαι ἢ ὁπωσοῦν ἄλλως ἐθέλεις καλεῖν , τὸ τῆς ἐκπορεύσεως μόνον εὐλαβούμενος ὄν ομα ὡς ἀρχὴν παραδηλοῦν οὐσιώσεως , ἑκάτερον δὲ ἐξ ἑκατέρου, οὐκέτι γε καὶ διὰ ταῦτα ἐπιφέρεις μοι σὺ τὴν ἐκπόρευσιν ὡς ἐξ ἀνάγκης ἑπομένην ,

6



ἵνα συσταλῶσι τὰ ἰδιώματα . τίς εἶ ὁ ταῦτα φιλοκρινῶν; εἰ μὲν οἶδας τὸν τῆς ἐκπορεύσεως λόγον , τίν ι τῆς γεννήσεως διενήνοχε , τότε ἂν γνοίης τὸν τῆς ἀποστολῆς καὶ τῆς χορηγίας , τίνι δια φέρει τῆς ἐκπορεύσεως· ἀλλὰ μὴν οὐκ ἐκεῖνο , καὶ τοῦτο ἄρα οὐδ' ὅλως. ἔμμενε ταῖς κειμέναις τῶν συλλαβῶν , καθὼς πολλάκις σοι εἴρηκα , ἔχου τῶν δεδογμένων ὡς ἀλη θῶν , μή σοι κεραία τῶν λογίων παραθραυσάτω . εἰ γὰρ ἐπὶ τῶν ἐνταλμάτων Χριστοῦ εὐφορητὸς ἐν τοῖ ς τοιούτοις ὁ κίνδυνος , ἐπὶ τοῖς θεολογίας ὀνόμασιν ὁπόσ ον οὗ τος ὀλεθριωτέρος . 1.13 Ἐρῶ σοι λόγον οὐ φλαῦρον , μόν ον ὑπόθες μοι οὖς καὶ μὴ ζυγο μαχήσῃς εἰς τὴν ἀλήθειαν . εἰ καὶ ἐκ τοῦ υἱοῦ ἦν τὸ πνεῦμα ἐκπορευτόν, οὐκ ἂν τὸ τοι οῦ το ν σιωπήσας ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐδογμάτισεν . εἰ γὰρ ἐκ τοῦ υἱοῦ , πάντως καὶ ἐκ τοῦ πατρός· ἐκ τοῦ πατρὸς γὰρ ὁ υἱὸς καὶ πάντα τὰ τοῦ υἱοῦ · οὐ μήν , εἰ ἐκ τοῦ πατρός , καὶ ἐκ τοῦ υἱοῦ ὡς ἐξ ἀνάγκης ἂν εἴη ἑπόμενον . ἔδει γοῦν τὸ πρῶτον ἐρεῖν , ἵν ' ἀκολουθ ή σῃ τὸ δεύτερον· τὸ δὲ δεύτερον εἰρηκὼς οὐκέτι φέρει τὸ πρῶτον . ὅτου γοῦν χάριν παρέλειψε τὸ ἀμφί βολον , δεδιδαχὼς τὸ παρὰ πᾶσιν ὁμολογούμενον; ἔμοι γε δοκεῖν , ἵνα τοι αύ τη ς ἐννοίας ἀπαλλάξειε τοὺς μέλλοντας τὸ κήρυγμα δέχεσθαι , ὡς ἂν ἔχοιεν φρονεῖν καὶ λέγειν ἐκ τοῦ πατρὸς τὸ ἅγιον πνεῦμα ἐκπορεύεσθαι , ἐνεῖναι δὲ ἢ συνεῖναι υἱῷ καὶ τὴν ἀποστολὴν καὶ τὴν χορηγίαν ἢ καὶ τὴν δόσιν λαμβ άν ειν ἐκ τούτου , τὴν κατ ' εὐδοκίαν λέγω σύμπνοιαν καὶ ὁμόνοιαν . 1.14 Βιάζεις γοῦν με ῥῆσιν εἰπεῖν , ἣν Χριστὸς οὐκ ἐδίδαξεν , ἀπόστολος οὐ παρέδωκε , δι δά σκ αλ ος οὐ παρέθετο . ὀκνῶ τὸν λόγον , μάλιστα δέ γε πεφόβημαι, μὴ θέλων θρασέως θεολογεῖν οὐ μόνον φωτὸς ἐκπέσοιμι τοῦ θεοῦ , ἀλλὰ καὶ εἰς σκότος ῥιφῶ τὸ ἐξώτερον . οὐ βούλο μαι θεολόγος τολ μηρὸς ὀνομάζεσθαι , ἐξὸν δειλίᾳ με σώζεσθαι· οὐ δέχομαι κακῶς ἀνδρίζεσθαί με καὶ πίπτ ει ν , ἐξόν με διατηρεῖσθαι συστολαῖς ἄτρωτον . ἔχε σὺ τὸ θράσος κἀγὼ τὴν δειλίαν· καλὸν τοῖς τοιούτοις δειλιᾶν μᾶλλον ἤ γε θρασύνεσθαι . Ἴκαρον καὶ μῦθος κηρίνοις τοῖς πτίλοις ἀεροπορῆ σαι ἀπο θαρσήσαντα οὐ διέσωσεν , ἀλλ ' εἰς πέλαγος ἔρριψε τοῦ κηρὸς τακέντος ἀκτῖσιν ἡλιακαῖς . ἆρ ' οὖν πείθομεν ὑμᾶς τοῖς τοιούτοις λόγοις , καὶ πάσχοιτε καὶ ὑμεῖς τὸ τῆς δειλίας ταύτης πάθος , ἣν καὶ κρείττους ὑμῶν πολλοὶ δεδειλιάκασιν , ἥτις καὶ σώζει καὶ οὐκ ἀπόλλυσι; καὶ γὰρ πραγματεύσασθαι τὴν σωτηρίαν ἀκαμάτως ἐξόν , τί τοῖ ς κινδύνοις αὐθαιρέτως ἐμπίπτομεν; δέον συστεφαν οῦσθαι τοῖς προαγωνισαμ ένοις ἡμῶν πόνων ἄτερ καὶ λόγων μακρῶν , τί ἀδήλοις πράγμασιν ἐπιρρίπτομεν ἑαυ το ύ ς; μὴ κόραις ἀκορέστως ἐχούσαις τῶν τοῦ ἡλίου ἀμαρυγμάτων ἐπεντρανίσαις αὐτοῖς , μή ποτε τὸ τῶν ὀφθαλμῶν ἀποβάλῃ ς φῶς τῇ τῶν ἀκτίνων λαμπρότη τι· διὰ παρ απετασ μ άτων ἢ ἐν ἀέρι αὐτὸ καταλάμβανε , καὶ ἔχεις μετὰ τῆς ὠφελείας τὴν ἡδονήν . μὴ εἰς πέλαγος ἄπειρον κυβιστᾶν ἐθελήσῃς· ἀρκέσθητι ποταμοῖς ἢ καὶ λίμναις εὐπεριγράπτοις τὴν τέχνην τοῦ κολυμβᾶν ἐπιδείξασθαι . 1.15 ∆εῦτε οὖν στῶμεν ἅμα εἰς οἶκον κυρίου, καὶ ᾆσμα ᾄσωμεν οὐ καινόν –τοῦτο γὰρ παρῳδήσω τῶν τοῦ ∆αβίδ· – παλαιὸν γάρ , εἰ καὶ τῆς νέας διαθήκης καὶ κρείττονος. πάλαι γὰρ τοῦτο παρὰ Χριστοῦ δεδιδαγμένοι οἱ τὴν κρείττω σοφίαν μετέωροι τοῖς εὐσεβεῖν ᾑρ ημένο ι ς παρέθεντο , ἀπαρά θραυστον φυλάττειν ἐγκελευσάμενοι . δεξώμεθα τὴν αὐτῶν προσταγὴν ὡς τῆς ψυχῆς φυλακήν , ἀσπασώμεθα τὰ ἐκείνων διδάγματα ὡς πρὸς σωτηρίαν συντάγματα , καὶ ᾄσωμεν τοῦτο δὴ τὸ ᾆσμ α ἐπὶ τὸ αὐτὸ συνδραμόντες , εἰς μίαν συ μφων ίαν ἡμᾶς συναγαγό ντος τοῦ πνεύματος , τοῦ ἐκπορευομένου μὲν παρὰ πατρός , ἀναπαυομένου δὲ ἐν υἱῷ ἢ συνόντος υἱῷ, παρ ' αὐτοῦ δὲ καὶ ἀποστελλομέ νου καὶ διδομένου καὶ ὅσα τοιαῦτα , καθὼς τὰ τρία οἴδασι καὶ τὸ ἕν , ὧν τοὺς ἀρι δη λοτέρους τῶν λόγων ἀποκεκρύφασι· καὶ ἀλαλάξωμεν ἅπαντες ἐν μιᾷ φωνῇ τὸ κοινὸν τοῦ το τῆς ἡμετέρας πίστεως σύμ βολον , τὴν καλὴν ἡμῶν παρακαταθήκην τῆς εὐσεβείας , ἣν ἀκεραίαν

7



φυλάξαιμεν, καὶ δοξάσαιμεν τὴν μίαν θεότητα καὶ βασιλείαν , ᾗ πρέπει δόξα κράτος τιμὴ καὶ προσκύνη σις εἰς τοὺς αἰῶνας . ἀμήν . 2.t Λόγος δεύτερος περὶ τῆς ἐκ πατρὸς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως . 2.1 Ἐπειδὴ τὸν πρῶτον λόγον χάριτι τοῦ πνεύματος ὡς δυνατόν γε συνεστησάμεθα , ἐν ᾧπερ οὐκέτι δέον εἶναι λέγειν ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον ἁπλαῖς ἐν νοίαις παρεστησάμεθα διδασκάλου Χριστοῦ καὶ τῶν πατέρων ἑπόμενοι , φέρε δὴ καὶ ἀποδείξεσιν αὐτὸ καθάπερ εἰκὸς πιστωσόμεθα· οὐ γὰρ τοῖς ἁπλοῖς τῶν λόγων καὶ ἀπεριέργοις ὡς οἶμαι οἱ τῇ προσθήκῃ χαίροντες ἀρκεσθήσονται , ἀλλὰ καὶ λόγους ζητήσ ο υσιν ἐκ τῆς κάτω σοφία ς καὶ πατουμένης καὶ προτάσεις ἀπαιτήσουσι καὶ τὰ ἑπόμ ενα συμπεράσματα , ἐπαγωγάς τε εἰς πίστωσιν καὶ τὰ δι ' ἀδυνάτου πρὸς τὰ προκείμενα καὶ ὅσα ἄλλα τῶν ἐντέχνων παιδευμάτων καὶ κομψευμάτων , ἃ τὸ καθ ' ἡμᾶς μυστήριον ὑπερέβαλεν ἢ ἀπέβαλε . καὶ οὐ τὸ πρῶτον λέγω τὸ ἐν θεότητι , ἀλλὰ καὶ τὸ δεύτερον καὶ κάτω τὸ ἐν ἀνθρωπότητι . ἤκουσα καὶ τῶν Ἑλλή νων τοὺς θεολόγους μὴ πάντα τὰ τῶν θεῶν αὐτῶν παριστῶντας ταῖς ἀποδείξεσι , καίτοι γε πλάσματα ὄντα τού τοις τὰ τῶν θεῶν , ὧν τῆς διανοίας ἀναποχὴ ἡ οὐσία καὶ οἷς ἡ λήθη φθορά, ἀλλὰ καὶ θέσεις προάγουσι ν ἀμέσους καὶ ἀναποδείκτους καὶ θεσπίζουσιν αὐτὰς ὡς ἀληθεῖς παραδέ χεσθαι . ἡμᾶς δὲ τί τὸ εἰς τοσαύτην ἐλάσαν ἀβελτηρίαν – ὀκνῶ γὰρ λέγειν μανίαν –, ὡς εἰ μὴ καὶ αὐτὸ ὅτι ἔστι θεὸς ἀποδεικτικὸν ἀποφηναίμεθα , οὐκέτι στερκτὸν λογισαί μεθα , δεδοικότες οἷον μὴ λάθοιμεν θεὸν τοῖς λόγοις συνα πολέσαντες ἢ τῷ ἀναποδείκτῳ ζημιωθέντες τὴν πρόνοιαν; ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι , ἁπλοῦν οὕτω φυλάττειν τὸ κήρυγμα καὶ μὴ ποικίλον ταῖς ἀν τιθέσεσιν . ἐπεὶ δ ' ὁ τῆς ἁπλότητος ἐξοστρακίσας πάλαι τὸν ἄνθρωπον , ὑπὸ τῆς αὐτοῦ διπλόης ἐξαπατήνας καὶ εἰς τὸ τῆς ὕλης καταγαγὼν πολύτροπον καὶ πολύ μορφον , καὶ τὸ τῆς ἡμετέρας πίστεως εἰς πολυσχιδεῖς τινας ἐννοίας διέτεμε κἀντεῦθεν χρεία λόγων πολλῶν , εἴ πως τὸ ψεῦδος ἀποκριθείη τοῦ ἀληθοῦς , ἤδη καὶ ἡμεῖς τῷ πνεύματι τῷ ἁγίῳ θαρρήσαντες τὸν μέγιστον ἀγῶνα τοῦτο ν εἰσέδυμεν , ἐκεῖθεν ἐπηλπικότες ῥοπὴν εἰς τὸ λαλῆσαι μετὰ τοῦ πνεύματος τὰ τοῦ πνεύματος , ὅθεν ἅπαν καταβαίνει δώρημα τέλειον . 2.2 Τί γοῦν καινόν, εἰ καὶ ὁ τῆς ὄνου πρότερον ἀνο ί ξας τὸ στόμα, ἵνα προφητεία λεχθείη περὶ Χριστοῦ , καὶ νῦν τοῦ ἡμετέρου νοὸς ἀποβαλεῖ τὴν ἀχλὺν καὶ τὴν ἐπιπροσθοῦσαν τῷ τῆς ψυχῆς ἡλίῳ σκοτόμαιναν διασκεδάσει ὡς ὅτι γε πορρωτάτω , ἵν ' ἐν φωτὶ κατίδωμεν φῶς , ἐν πνεύματι τὰ τοῦ πνεύματος; λάλει μοι δὴ πρῶτον αὐτὸς τὰ σαυτοῦ , ταῖς σαῖς ἐπίπληξόν με βολαῖς· τὴν ἀσπίδα γὰρ ἤδη τῆς ἀληθείας προβέβλημαι· καὶ δέξομαί σου πρότερον τὰς βολάς , εἶτά σε ταῖς ἐμαῖς ἀντιπλήξαιμι καὶ ἀποπειράσομαι τῆς δυνάμεως . 2.3 Ἓν μὲν δὴ τοῦτο καὶ μάλα τούτοις ἰσχυρὸν ἀνα φαίνεται , ὅπερ ἐν τοῖς εὐαγγελίοις εἶπε Χριστός· «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος , ὃν ἐγὼ πέμψ ω ὑμῖν παρὰ τοῦ πατρός , τὸ πνεῦμα τῆς ἀληθείας , ὃ παρὰ τοῦ πατρὸς ἐκπο ρεύεται». τοῦτο δὴ οἷάπερ διφυὲς βέλος κατὰ τῶν ἀντι λεγόντων ἐκπέμπουσιν , ἔκ τε τοῦ πέμψω καὶ ἐκ τῆς ἀληθείας τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ υἱοῦ ἐκπορευόμενον ἀπο δεικνύναι πειρώμενοι . «εἰ γὰρ τὸ πνεῦμα », φασί , «πέμπε ται παρὰ το ῦ πατρός , πέμπεται δὲ καὶ παρὰ τοῦ υἱοῦ ταυτο τρόπως , ἐκπορεύεται διὰ ταῦτα δὴ καὶ ἐκ τοῦ υἱοῦ »· κἂν γὰρ οὗτος τοῖ ς διαλεκτικοῖς πολλὴν αὐχῶν τὴν ἰσχύν * ὡς τοῖς αὐτοῖς πάντως ἕπεται τὰ αὐτὰ ὥσπερ τῷ ἐναντίῳ τὸ ἐναντίον καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ . καὶ μὴν οὔτε τοῦτο ἐπὶ πάντων ἠλήθευκεν οὔτ ' ἐκεῖνο τὸ ἀκλόνητον ἔσχηκεν . εἰ γὰρ ὕπνῳ

8



ἐγρήγορσι ς ἠναντίωται , ἕπεται δὲ τα ύτῃ τὸ ζῆν, τὸ θανεῖν τῷ ὕπνῳ ἐφέψεται , καὶ εἰ τῷ καθημένῳ ἐμψύχῳ εἶναι , τῷ ἱσταμένῳ ἀψύχῳ εἶναι . ἀλλ' οὔτε τοῖ ς αὐτο ῖ ς ἕπεται τὰ αὐτά , εἰ ἐφ ' ἑτέροις ἀτόμοις ταῦτά γε τεθεώρηνται . τῷ γὰρ πλουτεῖν ἕπεται μὲν ἔν τινι εὐδοξία, ἐν ἄλλῳ δὲ ἀδοξία , καὶ τῷ μὲν πλ εύσαντι ὤνησεν , ἑτέρῳ δὲ ἕψεται τὸ ναυάγιον. καὶ οὐκ ἄν τις ἄλλως ἔχειν ἀπισ χυρίσαιτο . ταῦτα μὲν εἰρήσθω πρὸς τοὺς διαλεκτικοὺς κα νόνας καὶ τὰ τεχνάσματα . εἰ δὲ προστίθης τῇ πέμψει τὸ φύσει– ἀκούω γὰρ καί τινων ὑμῶν τὸ τοιοῦτον λεγόν των –κἀντεῦθεν ὁ δεινὸς καὶ ἄμαχος συμπλέκεταί σοι συ λλο γισμός , ὡς ἡ φύσει πέμψις ἐκπόρευσις , σοφιστεύει ς πάλιν καὶ οὐ συλλογίζῃ μοι τὴν ἀλήθειαν . ἔστι δὲ ὡς οἶμαι παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ὁ παραλογισμ ὸς οὗ τος· δέον γὰρ δι ' ἄλλου δεῖξαι τὴν φύ σει πέμψιν ἐκπόρευσιν , ὡς ὁμολ ογουμέ νην εἴληφας πρότασιν . ἀλλ ' οὐκ ἔστιν ἡ φύσει πέμψις ἐκπόρευσις ὥσπερ οὐδ' ἡ ἐκπόρευσις πέμψις· ἄλλο γὰρ πέμψις καὶ ἄλλο ἐκπόρευσις . τοῦτο δὲ σαφῶς ὁ Χρι στὸς ἑρ μηνεύεισοι· τὸ μὲν γὰρ οἰκεῖον πέμψιν ὠνόμακε , τὸ δὲ πατρικὸν ἐκπόρευσιν . εἰ γὰρ μὴ ἄλλο καὶ ἄλλο , πῶς οὐκ ἐκεῖ τὴν πέμψιν προέφερεν ἢ ἐν αὐτῷ τὴν ἐκπόρευσιν; ἐν γὰρ μιᾷ περικοπῇ τὰ ἀμφότερα. 2.4 Ἐγὼ δὲ καὶ τὸν χρόνον ἐνσημηνάμενο ς, πολλὴν ἐν τούτοις εὑρίσκω διαφορά ν. τὸ γὰρ πέμψω μέλλοντος χρόνου καθέστηκεν , ἐνεστῶτος δέ γε τὸ ἐκπορεύεται . καὶ μὴν εἰ ταὐτὸν , ἄλλως ὤφειλε λέξαι ταυτί . ὁ γὰρ πέμψων παρῆν καὶ προσωμίλει , καὶ οὐχ ἕτερος ἦν ὁ μέλλων τοῦτο ἐργάσα σθαι· μία γὰρ μετὰ τὴν ἕνωσιν ἡ ὑπόστασις . καὶ εἰ αἰωνι κῶς πέμπει τὸ πνεῦμα εἴτουν ἐκπορεύει, ἐξεπόρευε καὶ τότε αὐτὸ καὶ τὸν λόγον οὕτω προήγαγε , καθὼς καὶ περὶ τοῦ πατρὸς τῷ παρατεταμένῳ τοῦ χρόνου παρεσημήνατο . ἆρ ' οὖν συνίης τῶν λεγο μένων μοι; πέμψειν φησὶ τὸ πνεῦμα ὁ κύριος , τοῦτο δὲ λέγει παρὰ τοῦ πατρὸς ἐκπορεύεσθαι . οὐδὲν οὖν τὸ ταὐτὸν τῆς ἐκπορεύσεως καὶ τῆς πέμψεως ὥσπερ ἀμέλει οὐδὲ τῶν χρόνων , οἷς τὰ τῶν ῥημάτων κεχα ρακτήρισται. τί δὲ μὴ κα ὶ σύνδεσμο ς συνάπτει τὰ ὀνόματα εἴτε ῥήματα , εἰ παντάπασιν ἐταυτίζοντο; 2.5 Οἶμαι δέ σε ζητεῖν αὐτῶν τὸ διάφ ορον . τοῦτο μόνον μοι λάμβανε πίστιν , καὶ τὸν λόγον οἶδε θεὸς ὃς ἐκπορεύει καὶ ὃς πέμπει καὶ ὃς ἐκπορεύεται τε καὶ πέμπεται . γενοῦ μοι πρῶτον καὶ σὺ θεός , καὶ τότε γνωρίσεις τὰ τοῦ θεοῦ ἀκρι βῶς· ἡ γὰρ φύ σις ἑαυτὴν ἐπιγνώσεται . εἰ δὲ τοῦτο ἀδ υνα τεῖς, πῶς καὶ ὁ τῶν κάτω μὴ καλῶς εἰδὼς τὰ διάφορα ἐπὶ τῆς ἀγνώστου καὶ ἀνεκλαλήτου παντάπασι φύσεως λεπτο λογεῖς τὰ νοήματα; 2.6 «Ἀλλὰ τὸ τῆς ἀληθείας πνεῦμα υἱοῦ· εἰ δὲ υἱοῦ φησιν, ἐξ υἱοῦ· πνεῦ μα γὰρ τοῦ πατρός , ἐπείπερ καὶ ἐκ πατρός .» ἐγὼ δέ σοι ἀν τιστρέψας τὸν λόγον ἐρῶ· ὅτι μὲν ἐκ τοῦ πατρός , τοῦ πατρός , ὅτι δὲ τοῦ υἱοῦ, οὐκ ἐκ τοῦ υἱοῦ. εἰ γὰρ ἐκ τοῦ υἱοῦ, τοῦ υἱοῦ , οὐ μὴν εἰ τοῦ υἱοῦ, ἐκ τοῦ υἱοῦ. οὐ γὰρ ὅτι τοῦδε , καὶ ἐκ τοῦδε ἀνάγ κη, ὃ δὲ ἐκ τούτου , καὶ τούτου πάντως ἐξ οὗ γε εἶναι καὶ λέγεται . εἰ δὲ καὶ αὖθις τοὺς λόγους μοι ἀπαιτεῖς τῆς πέμψεώς τε καὶ τοῦ λέγεσθαι τοῦ υἱοῦ, ἔγωγε μὲν ἀπορῶ, ἐπεὶ μὴ φύσει θεός , τάχα δὲ οὐδὲ τῇ χάριτι γέγονα· εἰ δὲ καὶ τοῦτο ὁ ἐν ανθρωπίσας εὐδόκησε , τὸ πρῶτον δὲ ὡς ἀδύνατον . πῶς γοῦν σοι τοὺ ς λόγους διασ αφήσω; πῶς ἐφερμηνεύσω σοι τὰ ἀπόρρητα; μικρᾷ κοτύλῃ τὸ Ἀτλαντικὸν ἐξαντλῆσαι προσ τάττεις μοι πέλαγος ἢ μέτρῳ περιλαβεῖν τὴν ἄπειρον θάλασ σαν ἢ ἀριθμῷ ψάμμον ἢ χῦμα ἄστρων τῶν ἀπλανῶν . ῥᾴω δὲ ταῦτα οἶμαι πολὺ ἢ τὰ περὶ θεοῦ ἐξειπεῖν , ἃ μὴ τοῖς ἀνθρώποις αὐτὸς ἐξεκάλυψεν ἢ διετράνωσεν . ἔνια καὶ γὰρ οὐδὲ παντελῶς ἐξεγύμνωσεν , ἀλλὰ μικρὰς μὲν ἐμφ άσ ει ς δέδωκεν , αὐτὰ δὲ τὰ πράγματα ὅπως ἔχουσιν οὐ παρέστησεν . οὐδὲ γὰρ εἶχεν ἡ φύσι ς χωρεῖν· οἷς γὰρ οἶδεν ἀρκεῖν τῆς μεταδόσεως οὐκ ἐφθόνησεν· ἀμέθεκτον γὰρ φθόνου τὸ θεῖον . εἰ γοῦν ἡμεῖς σπουδάσαιμεν ἐπιγνῶναι ἃ μὴ ἐξὸ ν ἐπιγνῶναι , καὶ ὧν ἐξὸν ἐν γνώσει εἶν αι δικαίως

9




πάθοιμεν στέρησιν , τῷ λιχνοτέρῳ τῆς κινήσεως τὴν ἐνοῦσαν διαφθείραντ ες δύναμιν . 2.7 Ἀλλ ' ὁ λόγος μοι ἐχέσθω τοῦ δρόμου , εἰ καὶ μικρὸν τῆς προκειμένης ἐξένευσεν . οὐ πέμψις ταὐτὸν καὶ ἐκπόρευσις , καὶ πολλοῖς ὡς ὑπείληφα ἀποδέδεικται· οὐκ ἄρα δὴ τὸ πνεῦμα διὰ τὴν πέμ ψιν ἐκ τοῦ υἱοῦ , κατὰ ταὐτὰ δὴ καὶ οὐκ ἐξ αὐτοῦ διὰ τὸ εἶν αι αὐτοῦ . ὅπως δὲ αὐτο ῦ καὶ πέμ πεται παρ ' αὐτοῦ, τοῦ πνεύματος χορηγοῦντος τὴν ἰσχὺν παρακατιόντες διασαφήσομεν . τοῦτο δὴ τὸ πρῶτον βέλο ς αὐτῶν βέλος ἡμῖν νηπίων λελόγισται· ἀποχρώντως γὰρ ᾠ κονόμηται τὸ μὴ τὴν πέμ ψι ν ἐκπόρευσιν διὰ ταῦτα δεῖν δογματίζειν τοῖς τρέχειν προῃρημένοι ς τὸν τῆς εὐσεβείας δρόμον ἀπρόσκο πα , ὅπου ζωὴ τὸ κατάντημα καθὼς ἡ παρέκ κλισις ὡς ἄν τις εἴπῃ ὁ ἀθάνατος θάνατο ς . ἁρμόζουσι δὲ τὰ προλελεγμένα καὶ πάσαις ῥήσεσιν , αἳ τὸ πνεῦμα τοῦ υἱοῦ εἶναι φάσκουσι , καὶ τοῖς τοῦ ἀποστόλου Παύλου πνεῦμα Χριστοῦ καὶ πνεῦ μ α υἱοῦ καὶ πνεῦμα σοφίας καὶ ὅσα ἄλλα τοιαῦτα , ἃ μεταφέρειν οἴδασιν εἰς Χριστὸν τὰς ἄλλας ἀφέν τες ἐννοίας οἱ δογματίζοντες ἐκ τοῦ υἱοῦ τὴν ἐκπό ρευσιν. ἃς γὰρ ἐν ταῖς προειρημέν αις ἀντιθέσεσι λύσεις ἀνθυπεφέρομεν , ταύτας κἀν τούτοις ὑποίσομε ν. 2.8 Πάλιν δ' ἑτέρωθεν τὸ «ἐκ τοῦ ἐμοῦ λήψεται » ἐπιχειρεῖ με βάλλειν ὡς ἀνιάτρευτα . ἐγὼ δ ' οὐ μόν ον πρὸς τὴν θεραπείαν χρονίσ αιμι, ἀλλ ' οὐ δὲ τὴν τρῶσιν ὅλως εἰσδέξομαι . λαμβάν ειν μὲν ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα , τίς ἀμφιβαλεῖ τῶν πιστῶν; ἀλλὰ λαμβάν ειν τὴν ἔκφανσιν , τὴν δόσιν, τὴν χορη γίαν . ἐρῶ τι καὶ τῶν σῶν· τὸ πάντα ἔχειν ὅσα δὴ ὁ υἱός, τὸ ταὐτὸν τῆς οὐσίας τῆς δυνάμεως τῆς ἐνεργείας καὶ τῶν ἰδιοτήτων ἄνευ ἁπάντων ἁπλῶς λαμβάνει μὲν καὶ ἐκ τοῦ πατρός , ἀλλὰ τὸ εἶναι αὐτὸ καὶ τὴν ὕπαρ ξιν· οὐ ταῦτα δὲ μόνον, ἀλλά γε δὴ καὶ ὅσα προσλαμβάνει ἐκ τοῦ υἱοῦ. ἐμὲ δὲ πλεῖ στα θράττει τὸ μὴ «ἐξ ἐμο ῦ λήψεται » ἀλλ ' «ἐκ τοῦ ἐμοῦ » εἰρῆσθαι παρὰ Χριστοῦ. οὐ γὰρ ταὐτὰ καὶ ἄμφω οὐδ' εἰς τὴν αὐτὴν ἀνάγοντα ἔννοιαν ἀνάρθρως καὶ ἐνάρ θρως φερόμενα . βού λ ει σοι ἐξειπεῖν τὸ παρ ' ἐμοῦ ἐν τῷ τοιούτῳ διανοούμενον ; «ἐκ τοῦ ἐμοῦ λήψεται » εἴρηκεν , τὸν τῆς οἰκονομίας λόγον δεδηλώκαμεν . αὐτὸς γὰρ κατῆλθεν εἰς γῆν , αὐτὸς διὰ πείρας τὴν ἀνθρωπίνην ἔσχηκεν εἴτε φύσιν εἴτε γνῶσιν εἴτε βελτίωσιν . καὶ ὥσπερ αὐτός φησιν «ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει », οὐχ ὡς ἐλαττούμενος τοῦ πατρὸς διὰ τὴν ἐρώτησιν , καὶ «ἅπερ ὑμῖν λαλῶ οὐκ ἐξ ἑαυτοῦ λαλῶ , ἀλλ ' ὅσα ἤκουσα ἐκ τοῦ πατρός μου ἐκεῖνα λαλῶ », οὕτω δή φησιν οὗτο ς καὶ «τὸ πνεῦμα , ὅπερ ἐλεύσεται ὑμῖν , ἐκ τοῦ ἐμοῦ λήψεται», εἴτουν λόγου τρόπου διδασκαλίας καὶ πάντων ὧν προτέθεικα εἰς ἀνθρώπων ὄνησ ιν, οὐχ ὡς ἄρτι λαμβάνον ὅτε τὸ λήψεται ἔσχεν ἐνέργειαν , ἀλλ ' ὡς πρὸ αἰώνων ἀφωρισμένου μυστη ρίου ἐκτερματοῦν τὴν τελείωσιν , τάξει θείᾳ τούτου ἐκδηλου μένου καὶ ἀποβαίνοντος εἰς ἐνέργειαν· οὐχ ὡς ἀντιλέγον γὰρ ἥξει , ἀλλ ' ὡς συνᾷδον τοῖς δεδιδαγμένοις πρὸς τὴν ἀλήθειαν . οὕτως ἐκ τοῦ αὐτοῦ λαμβάν ει τὸ πνεῦμα καὶ ἀναγγέλλει , οὕτως ἐκφαίνεται , οὕτως πρόεισι . ταῦτα δύνανται αἱ φωναί, οὐ πρὸς τὴν ἐκπόρευσιν ἀναγόμεναί τε καὶ ταὐτι ζόμεναι , ἀλλ ' ἑτεροῖον σημαίνουσαι καὶ τρόπον ἄλλον παρι στῶσ αί τινος ἰδιότητος καὶ σχέσιν καινοτέραν τῶν ἐφ ' ἡμῖν , ἣν πρὸς τὸ πνεῦμα ἔσχηκεν ὁ υἱὸς καὶ τοῦτο δὴ πρὸς αὐτόν , παράκλητος πρὸς παράκλητον, ἀκτὶς πρὸς ἀκτῖνα , τὸ ἐκ τοῦ πρώτου πατρὸς ἀπαύγασμα πρὸς τὸ ἐκ τοῦ πρώτου κατὰ πάντα ἶσον ἀπαύγασμα . ταῦτα δυὰς ἀμερὴς ἐξ ἀμεροῦς ἑνὸς τοῦ πατρὸς οὐσιούμενα, τὸ μὲν γεννητῶς , τὸ δ ' ἐκπορευτῶς . 2.9 Εἰ οἶδας τὸν τρόπον τῆς ἑτερότητος , ἣν ἔσχεν ἐκπό ρευσις πρὸς τὴν γέννησι ν, γνώσῃ καὶ τὸν τρόπον τῆς τοῦ πνεύματος ἐκφάνσεως δι ' υἱοῦ ἢ ἐξ υἱοῦ · οὐδὲν γὰρ ἐν τούτοις πρὸς τὰς προθέσεις ζυγομαχήσομεν . ἀλλ ' ἄρρητος ἐκεῖνος καὶ ἀνερμήνε υτος καὶ οὕτως κατὰ ταὐτὸ παντάπασιν ἄδηλος . ἑρμήνευσ όν μοι τὸ πρῶτον

10



σύ , κἀγώ σοι διασα φήσω τὸ δεύτερον . εἰ δὲ ναρκᾷ σου ὁ νοῦς πρὸς σαφή νειαν , τί βιάζεις ἐμὲ δόξαις ἀλλοκότοις συντίθεσθαι; ἆρα πάντα ἡμῖν ἡρμήνευται τὰ τοῦ θεοῦ παρά τε Χριστοῦ καὶ παρὰ τῶν αὐτοῦ μαθητῶν καὶ παρὰ τῶν ἀρίστων ἐν θεο λογίᾳ ἀνδρῶν , ἢ καί τι παρυποκέκρυπται καὶ ἀδιάγνωστον ἔμεινεν , ὡς ὑπερβαῖνον νοῦν τὸν ἀνθρώπινον; οἶμαι , οὐκ ἂν οὐχ οὕτως ἔχειν ἐρεῖς . σιώπα γοῦν καὶ αὐτὸς ἐν οἷς οἱ κρείττους σεσιωπήκασι , κήρυττε δὲ λαμπρᾷ τῇ φωνῇ τὰ τούτοις διαπρυσίῳ κεκηρυγμένα βοῇ· δέον γὰρ εὐσεβεῖν ἡμᾶς ἀληθέστατα χρωμένους ταῖς κειμέναις τῶν λέξεων . 2.10 Τίς ἀνάγκη παραποιεῖν αὐτὰς βλαβερῶς καί , ὡς ἂν φανῶμεν σοφώτεροι καὶ πρὸς θεολογίαν ἐπήβολοι, λαν θ άν ειν ἡμᾶς ἑαυτοὺς εἰς ἄγνοιαν ἀπωλείας ἐμπίπτοντας , τὸ πάντων ἐλεεινότατον; ὁ οὐρανὸ ς ἡμῖν εἰς σκέψιν ἐμφαίνεται , ἔκκειται δὲ γῆ , ὕδωρ, ἀήρ , πῦρ . φαντάσθητι πρῶτον τὰ ἐν οὐρα νῷ κάλλη , γνῶθι τὰς κινήσεις τῶν ἀστέρων τῶν πλανωμένων καὶ ἀπλανῶν· σοφίαν ἐκ τούτων γνωρίσεις θεοῦ . εἶθ ' οὕ τως περὶ τῶν κάτω μοι φιλο σόφησον , ἐξέτασον τὴν ποι κιλίαν τῆς φύσεως· πάντα μαθήσῃ εἶναι θεοῦ . καὶ τούτων οὐκ ἐντελεῖς τὰς αἰτίας ἢ τὰς ἀρχὰς ἢ στοιχεῖα εὑρήσεις εἰς τὴν κατάληψιν , τίς τε ἡ ὕλη , τί τὸ εἶδος , καὶ εἰ συνεστήκασιν καθ ' αὑτὰ καὶ ὅπως ἄμφω συνδεδραμήκασιν , τὸν σκοπὸν δὲ ὁλοσχερῶ ς νοήσεις τῆς φύσεως , εἰ τοῖ ς δια φό ρο ις πᾶσι διάφ ορος εἴδεσιν ἢ τοῖς ὁμοίοις ὅμοιος ἢ ἐνίοτε μὲν ὁμοίοι ς διάφ ορος, διαφορουμένοι ς δ ' ἐνίοτε ὅμοιος· τίνες οἱ τῶν σπερμάτων λόγοι οἱ ἀδηλότατοι , ἐν δὲ τῇ ἐκφύσει ἀριδηλότατοι· τίς ὁ σκοπὸς τῷ δημιουργῷ τῆς γενέ σεως καὶ τῆς φθορᾶς , εἴπερ πᾶν τὸ γενόμενο ν φθείρεται , καὶ οὐκ ἐν ἀνθρώποις λέγω διὰ τῆν πτῶσιν , ἐπεί γέ πως καὶ παραμένει καὶ διασώζεται , ἀλλὰ καὶ ἐν ἄλλοις ζώοις διὰ τὴν σύμπτωσιν . 2.11 Ταῦτα φιλοσοφητέον ἡμῖν καὶ περὶ τοιούτων τὰς σκέψεις ποιητέον ὡς ἀκριβεῖς , τῶν δὲ τῆς θεολογίας ῥημάτων ὡς ἔσχον ἐξ ἀρχῆς ἀνθεκτέον τῆς θε[ολογίας]· ἀλλὰ θράττουσιν αὐτοὺς τὰ παρὰ τῶν διδασκάλων ἀγορευόμενα. καὶ οὐκέτι ἐρῶ ὡς Κυρίλλ ου μὲν τόδε , Βασιλείου δὲ τόδε καὶ αὖθις Ἀθανασ ίου καὶ τῶν Γρηγορίω ν καὶ ἄλλων , ἀλλ ' ὁμοῦ πάντα συνάψας καὶ εἰς μίαν περικοπὴν παραθέμενος τοῖς πᾶσιν ἀντεπεξαγάγω λύσιν μίαν τὴν ἐφαρμόττουσαν . ὁ μὲν ἐκ τούτων προχεῖσθαι θεολογεῖ τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ , ὁ δὲ προίεσθαι , ἅτερος δίδοσθαι καὶ ἄλλος χορηγεῖσθαι ἢ ἐκ πέμπεσθαι , καί τινές τινα ἢ πάντες πάντα ταῖς οἰκείαις συγγραφαῖς ἐνεχάραξαν . ἐκχεῖσθαι μὲν παρὰ τοῦ υἱοῦ καὶ αὐτὸς τὸ πνεῦμά φημι , συμφάσκω τοῖ ς εἰποῦσι καὶ δίδοσθαι, καὶ χορηγεῖσθαι παρὰ τούτου οὐκ ἀπαναίνομαι , καὶ προιέναι καὶ πέμπεσθαι καὶ τἆλλα τῶν ὀνομάτων οὐκ ἀπαρνοῦμαι , οὔτε ταῖς προφοραῖς οὔτε πρότερον ταῖς νοήσ εσιν . ἀλλ ', ὦ φίλος, οὐχ , ὅπερ ἐκχεῖται μὲν καὶ χορηγεῖται καὶ δίδοται , ἐξ ἐκείνου δὴ καὶ οὐσίωται ἐξ οὗ καὶ χεῖται καὶ χορηγεῖται καὶ δίδοται . τὸ γὰρ ἐξ ἄγγους ὕδωρ καὶ ἡ ἐκ τῶν πυρείων ἀκτὶς ἐκ τούτων μὲν καὶ πέμπονται καὶ δίδονται , ἀλλ ' οὐκ ἐκ τούτων οὐ σίωνται . καὶ μή σε θορυβείτω τὸ ἐν ἑτεροου σίοις παράδειγμα· τῶν γὰρ παραδειγμάτων ὅσον ἁρμόττον πρὸς τὴν ὑπόθεσιν προσλαμβ άνοντες τὸ περιττὸν ἀποβάλλο μεν . ποῦ γὰρ καὶ εὑρεθείη παράδειγμα κατὰ πᾶν προσῆκον θεότητι; καὶ ἃ γὰρ ὑμεῖς φατε καὶ ἐν ἄλλοις ἡμεῖ ς , πολὺ τὸ ἀπᾷδον ἔχουσι, μικρὰν δέ τινα πρὸς τὸ προκείμενον τὴν ἐμφέρειαν , καί τι τῶν περὶ τὴν οὐσία ν χαρακτηρίζουσι , σχέσιν λέγω ἢ τρόπον ἢ κίνησιν ἢ ὅσα τῶν ἔξω , καὶ οὐκ αὐτὸ τὸ εἶναι τοῦ ὑπὲρ τὸ εἶναι πεφύκασι παριστᾶν . 2.12 Ἐν τεῦθεν οὖν ἔχοντες τῶν λόγων τὰς ἀφορμὰς καὶ τὴν ἔκχυσιν ἢ δόσιν ἢ χορηγίαν εἴτε ἔκφανσιν οὐ τρόπον νοοῦ μεν τῆς τοῦ πνεύματος οὐσιώδους ὑπάρξεως , ἀλλά τινος ἰδιοτροπίας ἄλλης παράστασιν . τὰς μὲν τοιαύτας φωνὰς παραδεχόμεθα καὶ προφέρομεν , σιωπῶμεν δὲ παντελῶς τὴν ἐκπόρευσιν . ἃ γὰρ

11



νοοῦ μεν , ἐξαγγέλλομεν εἰς ἀλήθειαν , πίστει βεβαιοῦντες τὴν γνῶσιν ἢ τῇ γνώσει τὴν πίστιν τρα νοῦντες εἰς τὴν εὐσ έβ ει αν . οὕ τω σοι καὶ τὸ προϊὸν ἐκ τοῦ υἱοῦ διαλύομεν , οὕτω σοι καὶ τὸ πεμπόμενον καὶ χορηγού μενον καὶ διδόμενον καὶ ὅσα ἄττα τῶν ὀν ομάτων ἐπὶ τοῦ υἱοῦ δογματίζουσι οἱ κρεῖττον ἡμῶν εἰδότες ταῦτα καὶ τὴν ἐν τούτο ι ς ταὐτότητά τε καὶ ἑτερότητα , οἳ τὴν ἐκπόρευσιν παντάπασιν ἀπηγόρευσαν , ὧν τοῖς ὀν όμασιν ἡ τῆς ἐξαγγε λίας προφορὰ μεμαρτύρηκε . τούτων γὰρ ἡ γνῶσις ὑπεραν έβη τὸν οὐρανόν , τούτων ὁ φθόγγος εἰς πάντα γῆς ἐξεχύθη τὰ πέρατα . οὗτο ι γὰρ ἐν Χρι σ τῷ τοῖς τῆς εὐσεβείας λόγοις συνέσχο ν τὸ πᾶν , βροντῆς τρόπον ἢ ἀστρ απῆς περιδονή σαντες ἢ περιαστράψαντες τὴν ὑφήλ ιον. 2.13 Ἐπεὶ γοῦν οὕ τως ἡμῖν τὰ τοῦ Χριστοῦ σεσαφήνι σται καὶ καλ ῶς τῶν λύσεων ἔσχηκε σὺν τοῖς καὶ ἅπερ οἱ ἱερο φάνται πάντες ἐδίδαξάν τε κα ὶ διετράνωσαν , οἳ μὴ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα εἰπεῖν τετολμήκασιν , ὅτι μὴ πᾶσα ἀνάγκη παρὰ τῶν λόγων αὐτοῖς ἀνεφαίνετο , καὶ τῶν λοιπῶν ἀρκτέον εἰς τὴν διάκρισιν . τέως οὖν , ἵνα τι καὶ μικρόν σοι προαναφω νήσω τῶν λόγων , πῶς , ὃ Χριστὸς οὐκ ἐδίδαξεν ἀπόστολός τε οὐκ οἶδεν –εἰ γὰρ οἶδε , καὶ ἐξελά λησεν ὁ τὴν τοῦ πνεύματος χάριν ἐν πυρίνῃ γλώσσῃ πᾶσαν δεξάμενος –οὐ συνελο γίσαντο οἱ διδάσκαλοι , κατὰ τούς σοι προφερομένους ῥᾳδίως ἄρτι συλλογισμοὺς ἀποθρασύνῃ διδάσκειν αὐτός; ὃς τίς ποτε εἶ; καὶ μυρίων παρῳχηκότων ἀνδρῶν εὐσεβείᾳ καὶ σοφίᾳ καὶ ταῖς μεγίσταις τῶν θεοσημειῶν διαπρεψάντων ὡς οἴδαμεν , οὐδείς πω τὴν τοιαύτην λέξιν καὶ ἐπὶ τοῦ υἱοῦ προσθεῖναι ἀπηυθαδιάσατο , καὶ σὺ ἀπαν αιδεύῃ πρὸς τὴν ἐγχείρησιν; μακάριος ἂν ἦς , εἰ μόνον ἐξείχου τῶν δεδιδαγμένων σοι παρ ' αὐτῶν· νῦν δ '–οὐκ οἶδ ' ὅθεν ὁρμώμενος –ἐθέλων παραγκωνίσαι καὶ ὑπερβαλεῖν τοὺς διδάξαντας ἀθλιότατος ἐμοὶ ἐναπέφηνας . 2.14 Ἀλλ ' ἐπεὶ τὰ μεγάλα τῶν βάθρ ων σοι διεσείσαμεν , ἐν οἷς καὶ μᾶλλον ηὔχεις τὸ ἑδραῖον καὶ ὡς ἐδόκεις ἀσάλευτον , ἰδού σοι φέρω καὶ τὰ ἐμά , ἵν ' εἰδείης εἰ ἐπὶ τῆς πέτρας ἑδράζονται τοῦ Χριστοῦ , ὅπου τι παρασῦραι τὰ τῶν ποτα μῶν οὐ δύνανται ῥεύματα λόγοις σοφιστευόντων ἐπὶ κενῆς . ἀλλὰ πρῶτον ἐρωτήσω σέ τι , καὶ ἀπόκριναί μοι πρὸς τὴν ἐρώτησιν· ἅμα τὸν υἱὸν γεγέννηκεν ὁ πατὴρ καὶ τὸ πνεῦμα ἐκπεπόρευκεν ἢ οὐχ ἅμα; οὐχ ἅμα μὲν οὐδείς πω τῶ ν εὐσε βεῖν βεβουλημένων ἐρεῖ· χρόνος γὰρ μεσολαβήσει περὶ τὰς ὑπάρξεις τῶν ἐκ πατρὸς καὶ τὸ πρῶτον οὐ διαφύγωσι καὶ τὸ δεύτερον καὶ τἆλλα ὅσα τοῖ ς οὐχ ἅμα οὐσιωμένοις ἀκολουθεῖ . καί πού τις τῶν θεολογησάντων εἰρήκει πρὸς τοὺς εἰς ἀρχὴν τιθεμένους αὐτά· «πότε ὁ υἱὸς γεγέννηται; ὅτε τὸ πνεῦμα ἐκπεπόρευται » καὶ ἀνάπαλιν· «πότε τὸ πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ υἱὸς γεγέννηται », οὐ διαστειλάμενος τῆς γεννήσεως τὴν ἐκπόρευσιν ἐν τῷ ἀτόμῳ τῆς οὐσιώσεως . λείπεται γοῦν ἅμα εἶναι τὴν γέννησι ν ἐκ τοῦ πατρὸς καὶ ἐκπόρευσιν εἴτουν τὸ ἐξ αὐτοῦ γεννώμενο ν καὶ τὸ ἐκπορευόμενον . εἰ γοῦν ἅμα , πῶς διὰ θατέρου θάτερον; δεῖ γὰρ πρῶτον εἶναι τὸ μέσον , εἶτα φανῆναι τὸ δι ' αὐτοῦ. εἰ δὲ χρόνου πόρρω τὰ ὑπὲρ χρόνον , οὕτω ταῦτά γε ὑπὲρ χρόνον , ὅτι ἅμα καὶ ὅτι μέσον οὐχ εὑρ ί σ κεται πρὸς τὴν ὕπαρ ξιν . τῷ γὰρ αἰτίῳ συννοοῦνται ἅμα τὰ ἐξ αὐτοῦ , τὰ δ ' αἰτιατά , εἰ διὰ θατέρου θάτερον , ἀνάγκη πᾶσα καὶ πρῶτον οὐσιοῦσθαι καὶ δεύτερον . ἅμα γοῦν ἄμφω ἐκ το ῦ αὐτοῦ καὶ οὐ δι ' ἑτέρου τὸ ἕτερον , ἵνα μὴ χρόνος ᾖ πρῶτον καὶ ὕστερον, ἢ διαφορὰ οὐσίας μεσολαβήσει ἐν τοῖ ς τρισίν . 2.15 Εἰ γοῦν οὐ πείθω σε τούτοις , ἀκροῶ πάλιν ἑτέρου . εἰ μέσος τοῦ πατρὸς καὶ τοῦ πνεύματος ὁ υἱός, ὥρισται ἄρα–ἅπαν γὰρ μέσον τοῖς ἄκροις ἐμπεριγράφεται – καὶ οὐ τόπῳ λέγω ἢ χρόνῳ ἢ δυνάμει ἢ ἐνεργείᾳ , ἃ τοῖς ὑπὸ φύσιν γνωρίζεται , ἀλλ ' αὐτῇ γε δὴ τῇ οὐσίᾳ κἂν ἄπειρος εἴη ὑπὸ ἀπείρων περατουμένῃ . ὃ καὶ παράδοξον , ἂν περα τῶται τὸ ἄπειρον· οὐ περατωθήσεται γὰρ ἐν ἄλλοις . οἷς δὲ ὁρίζεται , καὶ περιγράφεται· καὶ ἐφάνη θεὸς ἡμῖν τῇ οὐ σίᾳ περιγραφόμενος, τὸ καινότατον , οὗ τί

12



ἂν εἴη τὸ ἀτοπώτερον; ὑπόθες οὖν καὶ σὺ τὸ ἐμόν . ἄπειρον οὖν τὸ ἐξ οὗ καὶ ἄμφω, καὶ ἄπειρα ἄμφω, συναπειρούμενα τῇ ἀρχῇ ὡς συναπειρουμένου τοῖς αἰτιατοῖς τοῦ ἐξ οὗ ἢ τούτων αὐτῶν· οὐκ ἔσται γὰρ ὅρος ἐν ᾧ σταθήσονται . συγκιν εῖται γὰρ ὁ πατὴρ τοῖς αὐτοῦ βλαστήμασιν [ὁ πατὴρ ] εἰς ἀόριστον , καὶ ταῦτα συνανατρέχουσι ν εἰς τὸ ἄπειρ ο ν , καὶ κατ ' ἄμφω τυγχάνουσιν ἄπειρα· τὴν γὰρ ἀπειρίαν ἐν τοῖς ἄνω καὶ κάτω ὁ λόγος ἐγνώρισεν . εἰ δὲ καὶ τὰ παρ ' ἑκά τερα διαπέφευγεν , ἀλλά γε δὴ καὶ ἐν τούτοις τοῖς ἄνω καὶ κάτω κεχαρακτήρισται . διὰ τοῦτο γὰρ τὸ θεῖον ἀνώλεθρον , ὅτι περ οὐκ ἐν τοῖς ἄνω φερόμενον ἵσταται οὔτε μὴν ἐν τοῖς κάτω τερμα τοῦται κενούμενον , κυκλικὴν οἷον ἢ σφαιρικὴν ἀκινήτως ἐκμιμούμενον κίνησιν , ὅπου τῷ τέλει συμπέφυκεν ἡ ἀρχὴ καὶ ἄδηλον τὸ ὅθεν καὶ τὸ ὅπου καὶ ὁ ὅρος καὶ ἡ τομή· συμφυᾶ γὰρ τὰ πάντα καὶ ὡς εἰς ἓν συνυφίσταται . 2.16 Βούλει καὶ ἑτέρου λόγου γενέσθαι σε ἀκροάμονα· εἰ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεται τὸ πνεῦμα , ταὐτὸν δὲ εἰπεῖν οὐσι οῦται , ἢ εἰς ἓν συνῆλθον τὰ πρόσωπα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ἄμφω εἰργάσαντο τὴν ἐκπόρευσιν –καὶ πόσα γε ἐν τούτοις τὰ ἄτοπα !–ἢ κρεῖττόν γε εἰπεῖν ἀσεβὴς σύ γχυσ ις ἢ συ στολὴ προσώπων εἰς ἓν καὶ ἀρχὴ οὕ τως εἰπεῖν σύγκριμα θεῖον ἐσύστερον λαβὸν τὴν διάκρισιν , ἢ καὶ ἐξ ἀμφοῖν τοῖν προσώποι ν οὐσίωται φυλλαττομένης ἀσυγχύτου τῆς διαι ρέσεως . καὶ ἰδοὺ τὸ πρῶτον καὶ ὕστερον καὶ τὸ ἀτελὲς καὶ τὸ τέλειον· καὶ αὖθις ὡς ἐξ ἀρχῆς ὁ πατὴρ καὶ ὁ υἱὸς ἢ ἓν πρόσωπον πρώτως ἦν καὶ τὸ πνεῦμα ὡς ἐξ ἑνὸ ς τὴν ὕπαρξιν εἴληφε καὶ οὕτω δὴ ἐσύστερον τὰ πρόσωπα διεστάλησαν , ἢ δύο ὄντα εἰς ἓν συνέσταλται, ἵν ' ἐξ ἀμφοῖν τὸ πνεῦμα ἐκπορευθῇ , συναλοιφέντοιν τοῖν δυοῖνεἰς ἑνὸς ὁμοουσίου τελείωσιν . ἀνέξεται ταῦτά τις εὐσεβής , τριάδα ὁμολογῶν ἄναρχον ἄχρονον ὁμοούσιον ὁμοδύναμον καὶ μηδὲ ἓν θέλων καταβάλλειν ἐκ τῶν τριῶν; τὸν πατέρα ἐν τούτοις τιμᾷς ἢ τὸ πνεῦμα ἢ τὸν υἱόν; οὐκ οἶδα τίνος ταῦτα τιμή , πολλῶν ἀκολουθούντων ἀτόπων οἷς καὶ τὸ δυ σσεβὲς συνεφέπεται . 2.17 Εἰ δὲ προστίθης μοι πάλιν ῥῆσιν ἐκείνην τὴν τοῦ Χριστοῦ τὴν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν » φάσκουσαν , καὶ ὡς ἐξ ἑνὸς ἀμφοῖν τὸ πνεῦμα προβάλλ εις, θαυμάζω σε τῆς ἀγχινοίας καὶ τῆς περὶ τὰ θεῖα τῶν λογίων ἀκριβοῦς ἐπι στήμης καὶ ἀναπτύξεως . τί γάρ φησιν ὁ Χριστός; ἆρ ' ἐγὼ καὶ ὁ πατὴρ πρόσωπόν ἐσμεν ἕν; ἢ ἄτομον; ἢ ὑπόστασις; ἤ τι τῶν πάντη ἀδιαιρέτων; καὶ μήν, πῶς πατὴρ καὶ πῶς υἱός, εἰ ἄμφω ἕν; ἀλλ ' εἴπερ καὶ ἓν οὕτως, εἷς ἐχρῆν ἐρεῖν , καὶ οὕ τως ἂν συνήπτοντο τὰ πρόσωπα εἰς τὸ ἕν· ἀλλ ' ἓν εἰρηκὼς τὴν κατ ' οὐσίαν ἐνέφηνεν ἕνωσιν καὶ τὴν κατὰ φύσι ν ἀδιάτμητον συναφήν, καθ ' ἣν αὐτοῖς καὶ τὸ πνεῦμα συνάπτεται καὶ ἓν τὰ τρία τυγχάνουσιν . τί γάρ; οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἓν καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα ἕν; καὶ ὁπότερα ἂν λάβῃς τῶν τριῶν ἀπο τεμόμενος , οὐχ ἓν ἐρεῖς , κἂν δύο προφέρῃς , κατὰ τὴν οὐσία ν, κατὰ τὴν φύσιν , κατὰ τὴν δύναμίν τε καὶ τὴν ἐνέργειαν καὶ τὴν εἰς ἅπαντα συμφωνίαν καὶ σύμπνοι αν; ἀλλὰ τὸ ἓν αὐτὸ οὐχ οὕτως καθέστηκεν ἕν , ὡς πάντη ἓν εἶναι καὶ ἀδιαίρετον , ἀλλὰ τοῖς ἰδιώμασι τέμνεται καὶ τοῖς χαρακτῆρσι διαστο λὴν δέχεται . καὶ εἰσὶν ἓν καὶ τὸ δύο οὐκ ἀπηρνή σαντο , καὶ ἀριθμοῦνται δυάδι ἢ καὶ τριάδι , καὶ ἓν ὡς ὄντως γνωρίζονται . μὴ γοῦν λάβῃς τὸ ἓν ἐν δυοῖν ὥσπερ ἄτομον εἴτουν πρόσωπον καὶ συνάψῃ ς ταῦτα καὶ σύγχυσι ν ἐργάσῃ Σαβέλλ ειον , ταύτῃ μηδὲ τὴν διαίρεσιν ὡς ἀξυμφυῆ· Ἀρείου γὰρ ἡ βλασφημ ί α ἢ μᾶλλον εἰπεῖν τοῦ τὰ τοιαῦτα ἐπισπείροντος ταῖς τῶν ἀνθρώπων διανοίαις σατάν . 2.18 Ὃ γοῦν ἐκ δυοῖν ὡς ἐξ ἑνός –ἀναληπτέον γὰρ τὸ ἑξῆς τοῦ λόγο υ–ἢ ἐξ ἑνὸς ὡς ἐκ δυοῖν, ἐκ δυοῖν πάντως ἐστίν , εἰ μήπως ἀναιρεῖς πρὸ τριάδος δυάδα , ἧς ἄνευ οὐκ ἂν τριὰς οὔτ' ἂν εἴη οὔτε λεχθείη . πῶς γὰρ ἐξ ἑνὸς προσώπου τὸ ἐκ πατρὸς καὶ υἱοῦ ἐκπορευόμε νον πνεῦμα ἢ ἀτόμου ἢ ὑπο στάσεως; «ἀλλ ' ἐκ δυοῖν ἑνὸς κατὰ

13



φύσι ν τελούντων » πάνυ γε , ἐκ δυοῖν γὰρ εἰπὼν ἀπήλλαξας φροντίδων ἡμᾶς· δύο γάρ εἰσιν ὁ πατὴρ καὶ ὁ υἱός , ὥσπερ τριάς τε τούτοις συνα ριθμεῖται καὶ τὸ πνεῦμα τὸ ἅγιον . ἀλλὰ καὶ ἓν τὰ δύο καὶ τὰ τρία ἓν κατὰ λόγους οὕ σπερ εἰρήκαμεν . ὃ γοῦ ν ἐκ δυοῖν, οὐκ ἐξ ἑνὸς προσώπου ἢ μιᾶς ὑποστάσεως , ἀλλ ' ἐκ δυοῖν ἀληθῶς . 2.19 Ἃ γοῦν ἔφημεν ἄτοπα ἕπεσθαι τοῖς ἐκ δύο φάσκουσιν ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον , ταῦτα ἂν καὶ ἐπὶ του τοισὶν ἕψοιτο· καὶ οὐκ ἀρκέσει τοῖς λέγουσι ν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν » εἰς τὸ ὡς ἐξ ἑνὸ ς αὐτὸ προβάλλ ειν , εἰ μὴ τὴν συναλοιφὴν ἢ τὴν σύγχυσιν καταδέξαιντο . ἀλλ ' ἐκεῖθεν πάλιν «ὅσα ἂν ἔχῃ » φησὶν «ὁ πατήρ , ἔχει αὐτὰ καὶ ὁ υἱός »· ταῦτα δὲ καὶ τὸ πνεῦμα ἔσχηκεν οὑτωσί. οὐ γὰρ τὰ ἀπομε μερισμένα ταῖς ὑποστάσεσίν φησιν ὁ Χριστός , ἀλλὰ τὰ κοινὰ καὶ τὰ συνόντ α τούτοις ὁμοτίμως καὶ συμφυῶς · ἐπεί τοί γε πῶς οὐκ ἄναρχος ἢ ἀναίτιος ὁ υἱός, ἐπείπερ ἐστὶν ὁ πατήρ; πῶς οὐκ ἀγέννητος , ὅτιπερ ὁ πατήρ; πῶς οὐ πατήρ , ἐπεὶ ὁ πατήρ; ἀλλὰ ταῦτα μὲν ἔκδηλα καὶ τοῖς μικρὸν ἐπαΐειν τῶν ἱερῶν λο γίων ἐθέλουσι καὶ καθ ' οὓς ἂν λόγους εἴρηνται γνώριμα . ὑπὲρ ὧν καὶ τεθ αύμακα πάνυ τοὺς ταῦτα προ βάλλοντας πρὸς τὴν τῆς δόξης τούτων παράστασιν , οὓς οὐ τοσ οῦ τον εἰδέναι τὰ τῶν θείων λογίων διαμ αρτυραίμην , ὅσον μηδὲ κατά τι ἀπισχυρίσαιμι , εἴπερ μὴ οὐχ ἑκοντὶ ταῖς τῶν ῥητῶν διανοίαι ς ἐφαμαρτάνουσιν· οὓς εἰ μὲν τὸ πρῶτον , ἀθλιωτάτους λογίζομαι, ἐπεὶ προϋποτιθέντες ἀσά λευτα διὰ στερρῶν ὡς δοκεῖ τούτοις τῶν τοῦ Χριστοῦ ῥη μάτων ἑδράζειν ταῦτα προῄρη νται καὶ ἐπὶ τῇ πέτρᾳ διὰ ταῦτα προσκρούουσι, ἐφ ' ᾗ καὶ ῥαγή σονται καὶ συντ ριβή σο ν ται σφ ίσι τὰ διαβούλια· εἰ δὲ τὸ δεύτερον , οὐ τοσοῦτον κακίσαιμι , ἀλλ ' ἐς διδασκάλων φοιτῆσαι σφᾶς αὐτοὺς συμβουλεύσαιμι , ἐξ ὧν τὰ τῶν ἀποδείξεων ἀναγκαῖα μαθή σονται καὶ οὐ πρὸς τὴν ἐπιστήμην διατεθήσ ο ν ται πλημμε λῶς . ταύτας γὰρ τὰς φωνάς , ἃς ὁ Χρισ τὸς εἰρήκει περὶ ἑαυτοῦ καὶ τοῦ πατρός , ὀλίγων χωρὶς εἰ ὑπόθοιτό τις καὶ τὸ πνεῦμα κατιὸν ἐν ἡμῖν εἰπεῖν , ἄρ ' εἶχε διὰ ταῦτα καὶ ἐξ αὐτοῦ γεννᾶσθαι ἐρεῖν τὸν υἱόν, οἷον τὸ «ἐγὼ καὶ ὁ προβολεὺς ἓν ἐσμέν », καὶ «ὅσα ἂν ἔχῃ οὗτος, ἔχω δὴ καὶ αὐτός », καὶ «ὁ ἑωρακὼς ἐμὲ ἐκεῖνον ἑώρ ακε », καὶ ὅσα τοιαῦτα . ἀλλὰ ταῦτα μὲν τὸ κατὰ πάντα ταὐτὸν τῆς οὐσίας ἐμφαί νοντα καὶ τῷ πνεύματι πάντα ἁρμόσειε , οὐ μὴν διὰ ταῦτα τῆς ἰδιότητος αὐτοῦ ἀποπέσειεν ἄν . 2.20 Ἀλλὰ πάλιν θροεῖ σε τὸ ὑπό τινων εἰρημένον ὡς εἰκὼν μὲν πατρὸς ὁ υἱός , υἱοῦ δὲ τὸ πνεῦμα τὸ ἅγιον , κἀντεῦθεν ἀναγκάζῃ καὶ ἐκ τοῦ υἱοῦ λέγειν αὐτὸ ἐκπορεύεσθαι . ἐβου λόμην μὲν τουτο ῒ καὶ αὐτός , εἰ τὸ ἀναγκαῖον ἐκ τῶν λόγων ἐφαίνετο· ἀλλὰ νῦν οὐκέτι ἀνάγκη . σκόπει γάρ· εἰ εἰκὼν ὁ υἱὸς τοῦ πατρός , ὅτι υἱός, εἰκὼν δὲ τὸ πνεῦμα τοῦ υἱοῦ, οὐκ ἄλλου του ἔσται χάριν ἢ ὅτι υἱός . τῆς ἀτοπίας ! ὁρᾷς ὅπῃ τὰ τῶν λόγων προέβη; εἰ δὲ καὶ αὖθις διισχυρίζῃ , ὡς ὁ υἱὸς εἰκὼν τοῦ πατρός , ὅτιπερ ἐξ αὐτοῦ , κατὰ τοῦτο δὴ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα , ἐπείπερ εἰκ ὼν αὐτοῦ καὶ ἔστι καὶ λέγεται , ἀπήλλαξας φροντί δος ἡμᾶς τὸ τοιοῦτον εἰπών . ἀλλ ' οἶσθα ὡς τὸ ἐξ αὐτοῦ διάφορον ἐν ἀμφοῖν καὶ κατὰ τὰς σὰς ὑποθέσεις; ἐκεῖ μὲν γὰρ ἐξ αὐτοῦ , ἀλλὰ γεννητῶς , ἐνταῦθα δὲ ἐξ αὐτοῦ, ἀλλ ' ἐκπορευτῶς . πῶς οὖν ἡ ταυτό της τῆς εἰκόνος ἐν διαφ όροις φυλαχθήσεται ἰδιώμασι; μήποτε ἄρα οὐ κατὰ τοὺς τοιούτους λόγου ς αἱ εἰκόνες παραλαμβά νονται τοῖς γράφουσι τὰ θειότερα , ἀλλ ' ἔστιν ἄλλο τι διὸ τὰ τοιαῦτα καὶ λέλεκται . εἰκ ὼν μὲν γὰρ εἴη ὁ υἱὸς τοῦ πατρὸς φυσικὴ ὡς ὁμοούσιος καὶ ὁμοεργὴς δύναμις , τοὺς πατρικοὺς χαρακτῆρας παραθεὶς ἡμῖν ἐξ ἑαυτοῦ , ἐν οἷς σάρκα προσειλη φὼς προσωμίλησε, καθὼς καὶ οὗτος τὰ θεῖα ἐν ὑστέροις διατιθέμενος εἰρήκει πρὸς Φίλιππον· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». εἰ κατὰ τοι ο ύτους λόγο υς καὶ τὴν εἰκόνα λάβῃς τοῦ πνεύματος , εὑρήσεις πάντη συνᾴδουσαν. ἐπεὶ γὰρ μετὰ τὴν ἐνθ έν δε τοῦ υἱοῦ ἀναχώρησιν ἢ εἰς τὸ πρῶτον ἀποκατάστασιν , ἐξ ἧς ἀδιαστάτως κεκένωται , ὁ παράκλητος κατελήλυθε , τῆς αὐτῆς

14



ὢν οὐσίας καὶ ἐνεργείας καὶ δυνάμεως ὧν ὁ υἱός, μὴ ἀντίφθογγα διδάσκων υἱοῦ ὡς οὐδὲ ὁ υἱὸς τοῦ πατρός , ἀπαράλλακτος εἰκὼν ἑαυτοῦ ἀνα πέφανται , ἐν ἑαυτῷ παραδείξας τὰ τοῦ υἱοῦ καθὼς ἐκεῖνος τὰ τοῦ πατρός . 2.21 Βούλει προσθήσω καὶ ὅτι γε ἐξ αὐτοῦ , πάντα σοι χαριζόμενος διὰ τὸ φιλάδελφον; ἀλλὰ καὶ τοῦτο τολμηρὸν ὑπείληπται τοῖς ἀκριβέστερον ἐπὶ θεολογίᾳ φιλοσ ο φήσασιν, ἔμφασιν παρέχον τῆς ἐκπορεύσεως , ἐπεὶ χωρίς γε ταύτης λεκτέον . καὶ ἔστω εἰκ ὼν τοῦ πατρὸς ὁ υἱός, ὅτιπερ ἐξ αὐτοῦ , καὶ τὸν τρόπον γινώσκεις τοῦ ἐξ αὐτοῦ· ἀλλὰ δὴ καὶ τὸ πνεῦμα εἰκὼν λέγεται τοῦ υἱοῦ, ὅτιπερ ἐξ αὐτοῦ. ὁ τρόπος δὲ οὐ ταὐτός· τίς γὰρ ἂν τολμήσειεν εἰπεῖν γεν νητῶς; λείπεται οὖν ἐρεῖν τὸ διάφορο ν καὶ ὅτι γε μάλιστα ἄμαχον . ἔγωγε καὶ προϋπεκρουσάμην ἡνίκα προΐεσθαι ἐξ υἱοῦ τὸ πνεῦμα ἔλεγον καὶ χορηγεῖσθαι καὶ δίδοσθαι . ταῦτα δέ μοι καὶ αὐτὸς συμφῄ ς. τίνα γοῦν ἕτερον τρόπον τῆς εἰκόνος ζητεῖς , εἴπερ ἔχεις καὶ σὺν τοῖς λελεγμένοις τὸ ἐξ αὐτοῦ , τὴν ἐκπόρευσιν μόνον παρασιωπῶν , ὡς μήθ ' ἡμῖν μήτε τοῖς πρὸ ἡμῶν ἐπὶ υἱοῦ λεχθεῖσάν ποτε; ἰδο ύ σοι καὶ τὸ τῆς εἰκόνος ἀμφίβολον λέλυκα, κατὰ πάνθ ' ὁμοίως τοὺς λόγους σοι παραθέμενος . τὰ τοι αῦ τα κρατῶν , μᾶλλον δὲ τὰ τοιαῦτα τῶν νοημάτων φρονῶν οὔποτε σφαλῇ τοῦ ὀρθοῦ, πᾶσαν ῥᾳδίως ἀποβαλεῖ τοῦ νοός σου διχόνοιαν . 2.22 Ἐμνήσθ ην καὶ ἄλλου λόγου τῶν ἀντιλεγόντων ἡμῖν , οὐχ ἥκιστα τῇ ἀληθείᾳ καὶ τῷ ὀρθῷ κανόνι τῆς πίστεως . τοῖς γὰρ ἡμετέροις λόγοις ἀδύνατόν τι ἀκολουθο ῦν ἀποδεῖξαι πειρώμενοι εἰς τοιαύτην προβαίν ουσι τὴν ἐρώτη σ ι ν · «εἰ μὴ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεται τὸ πνεῦμα τὸ ἅγιον –τοῦτον γὰρ τὸν τρόπον συμφυὴς καθέστηκεν ἡ τρίας , ἀλληλουχου μένη ταῖς ὑποστάσεσιν , ὡς τοῦ μὲν υἱοῦ ἐκ πατρός , τοῦ δὲ πνεύματος ἐξ υἱοῦ τυ γχάνον το ς –ποίῳ λόγῳ ἢ τρόπῳ ὁ υἱὸς τῷ πνεύματι συναφθ ήσεται; τῷ μὲν γὰρ πατρὶ ἄμφω καὶ οὑτωσὶ ἑνωθήσεται , ἐπεί τοι γε ἐξ αὐτοῦ , ἀλλήλοις δὲ ὅπως συνάψεται; καὶ ποῦ ἡ ἄκρα τῆς τριάδος ἕνωσ ι ς , ἡ ἄτμητος ὡς ἄν τις εἴπῃ τομὴ καὶ ὁ ἀμέριστος μερισμός ;» ὦ ταῦτα λέγων ῥᾳδίως καὶ τοιαύτας ἀπερευγόμενος τὰς φωνάς , σὺ τάχ' ἂν καὶ διαιρέσεις ἡμᾶς ἐπὶ τῆς ὑπερουσ ί ου τριάδος ὑπολ αμβάνεις πο ιεῖν , οἵας οἱ διαλεγόμενοι ἀπὸ γενῶν εἰς εἴδη ἢ ἀπὸ εἰδῶν εἰς ἄτομα ἢ ὁπωσοῦν ἑτέρως ἐργάζονται , καὶ ἐναντία ταῦτα τιθέναι διισχυρίσῃ ἢ καὶ τόπῳ περιγράφειν τὰ ἀπερίγραπτα ἢ ἔν τινι συνάγειν τὰ ἀπεριόριστα; οὐ τοιαῦτα φρονοῦμεν οὐδὲ δογματίζομεν ἄτοπα , οὐχ οὕτως ἡμεῖς ἄφρονές τε καὶ ἀμαθεῖς , ὡς μὴ εἰδέναι πάσης οὐσία ς καὶ φύσεως σχήματός τε καὶ τόπο υ καὶ χρόνου καὶ μέτρου καὶ γνώσεως τὴν μακαρίαν ὑπερκειμένην τριάδα τὴν ἄναρχόν τε καὶ ἀτελεύτητον , ὡς ἐν τούτοις καταγελᾶν , κἄντε τῶν ἡμετέρων τις εἴη κἄντε τῶν ἐναντίων τῶν ἐν σχήμασιν ἀριθμῶν ἢ ἐπιπέδων ἢ στερεῶν παραλληλίζειν βουλομένων τὰ ἀσχημάτιστα . εἰ δ ' ἐξ ἑνὸ ς ταῦτά φαμεν ἤγουν ἐκ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ὡς ἐξ αἰτίου αἰτιατά , ὧν τὸ μὲν πνεῦμα ἐκ πατρὸς ἐκπορευό μενον, ταὐτὸν δὲ εἰπεῖν οὐσι ού μενον , τέλεον σὺν υἱῷ ἐν υἱῷ μένει , ὡς μὴ ἄμοιρον εἶναί ποτε τὸν υἱὸν τοῦ πνεύματος κἀντεῦθεν δίδοσθαι καὶ χορη γεῖσθαι καὶ ὅσα ἀσφαλῆ τῶν τοιούτων , τί φάσκομεν ἄτοπον; ποία δὲ προστρ ίβεται τῇ τριάδι ἐκ τῶν λόγων ἀδικία τῶν ἡμετέρων ἢ ἐφέπεται ἀτιμία , τὰ τρία ὁμοούσια τιθεμένων καὶ ὁμοδύναμα ὡς ἐκ τούτων φυλάττεσθαι κα ὶ τὴν ἕνωσιν , εἴ γέ φαμεν ἐν υἱῷ λαμβάνειν τὸ πνεῦμα τὴν οἰκείαν οὐσί ωσιν ἐκ πατρός , σώζεσθαι δὲ καὶ πάσας φωνάς, τὰς κυριακάς φημι καὶ τὰς πατρικάς , καὶ μὴ τὸ οἱονοῦν παραβλάπτεσθαι , ὡς ἐκ τῶ ν ὑμετέρων λόγων τὸ ἀτελὲς συνεισφέρεται καὶ τὸ πρῶτον καὶ ὕστερον καὶ διορι σμὸς καὶ περιγραφὴ καὶ μερισμὸς τοῖς σκοποῦσι καλῶς; οὐκέτι οὐδ' ὅλως τοῖς ἡμετέροις ἐπισυμβέβηκ εν ἄτοπον ἢ ξένον τῶν διδαγμάτων Χριστοῦ καὶ τῶν ὀρθῶν δο γμάτων ἀλλότριον , οἷς πᾶς ἑδραζόμενος ὡς ἐπὶ στερρᾶς βέβηκε πέτρας , ἐφ ' ᾗ καὶ Χριστὸς τὴν ἐκκλησίαν

15



ἐπήξατο , ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι πώποτε , βλάσ φη μα στόματα καὶ μηδὲν εἰδότα ἢ λόγους ἀπερυγγάνειν σαθρούς . 2.23 ∆ιὰ πνεύματος ἄλλοι φησὶν ἐργάζεσθαι τὸν υἱὸν ἢ ἐν πνεύματι· εἰ τῶν εἰρημένων ἐξέχῃ μοι ἐννοιῶν, οὐδέν σοι ἄπορον τῶν λογίων φανήσεται, καὶ τὸ ἐν δακτύλῳ θεοῦ ἐκβάλλειν τὰ δαιμόνια , ἐπεὶ βραχίων ὠνόμασται , καλῶς σοι γνωσθήσεται , καὶ ἡ τοῦ ζῶντος ὕδατος δόσις παρὰ υἱοῦ εὐχερῶς νοηθ ήσεται , κα ὶ πάντα τὰ τοιαῦτα τῶν λόγων ἀκρι βῶς σοι καταληφθήσεται . θέλεις προβαλοῦμ αί σοι καὶ αὐτὸς μικράν τινα τὴν ἐρώτησιν , ἐκ τῶν σῶν ὑποθέσεων προσει ληφὼς καὶ τὰς ἀφορμάς; φῂς πάντως ἐκ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι; «πάνυ γε .» φῂς δὲ τοῦ το καὶ ἐκ τοῦ υἱοῦ ; «μάλιστα.» αἴτιος δὲ ὁ πατήρ , αἰτιατὸς δὲ ὁ υἱός; «ναὶ πάντως .» οὐ κοῦν ἐξ αἰτίου καὶ αἰτιατοῦ αἰτιατὸν τὸ πνεῦμα καθέστηκε; «καὶ τοῦτο πάντως .» ἐκ προτέρου γοῦν καὶ ὑστέρου; εἰ δὲ ταῖς τοιαύταις ἀσχάλλῃ φωναῖς , ἐπεὶ μὴ εἴη πρότερον καὶ ὕστερον ἐν τριάδι ὡς χρόνον τῶν ὀνο μάτων ὑπεμφαινόν των , ἀλλ ' οὖν παραδέξῃ τὸ αἴτιον καὶ αἰτιατὸν καὶ τὸ ἄμεσον καὶ τὸ ἔμμεσον; «οὐχ ἥκιστά γε .» εἰ γοῦν ταῦτα ὑποθέσεις σαὶ καθεστήκασι καὶ ὁμολογεῖς καὶ οὐκ ἀμφιβάλλῃ καθάπαξ , πρόσχες τοῖς ἑπομένοις . οὐκ ἔστι διάφ ορος λόγος ἐξ αἰτίου λέγειν καὶ ἐξ αἰτιατοῦ , ἅτερος δὲ ἐξ ἀμέσου καὶ ἐξ ἐμμέσου; πάντως γε ἄλλος , καὶ τοσοῦτον ἄλλος , ὅσον καὶ ὁ πατὴρ ἄλλος καὶ ὁ υἱὸς ἄλλος , κἂν οὐκ ἄλλο καὶ ἄλλο . τοῦτο γοῦν ἡμεῖς τὸ ἐξ αἰτίου καὶ ἐξ ἀμέσου καὶ ἐκ πρώτου , ταὐτὸ δὲ εἰπεῖν ἐκ πατρὸς ἐκπο ρεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον λέγομεν , τῷ πρώτῳ αἰτ ί ῳ , τῷ μὴ αἰτιατῷ , τῷ ἀμέσῳ τὴ ν τοιαύτην ἀνατιθέντες φωνή ν , ἣν καὶ ὁ κύριος εἴρηκεν . τῷ δὲ δευτέρῳ καὶ αἰτιατῷ καὶ ἐμμέσῳ , ταὐτὸ δ ' εἰ πεῖν τῷ υἱῷ οὐ διδόαμεν ταύτην , ἵνα τὴν διαφορὰν τῶν προσώπων καὶ τῶν ἐν αὐτοῖς παραστή σωμεν ἰδιωμάτων , ἀλλὰ τὰς ἄλλας φωνάς, ἵνα τὸ ἕτερον ἀποδείξωμεν . ὁρᾷς ὅπως καὶ κατὰ τὰς σὰς ὑποθέσεις ἐπὶ τοῦ υἱοῦ ἡ ἐκπόρευσις βλαβερὰ κἀκ τῶν σῶν περισκελίζῃ προτάσεων , τὸ δὲ ἐμὸν οὐδέν τι τῶν κειμένων λυμαίνεται . εἰ δὲ βιάζῃ ὡς ἐξ ἑνὸς τῶν δύο τὸ πνεῦμα προβάλλει , συναλ ο ιφὴν εἰσάγεις τῶν προσώπων συ στολήν τε καὶ σύγχυ σιν–ποῦ δὲ τοιοῦτον ἐν τοῖς ἐμοῖς; –ὥστε καὶ τὸ σὸν φυλάττεσθαι δόγμα τὸ ἐξ υἱοῦ τὸ πνεῦμα καὶ τὸ ἡμέτερον μὴ σαλεύεσθαι , λέγω δὴ τὸ μὴ ἐξ αὐτοῦ ἐκπορεύεσθαι , ἤγουν λαμβ άνειν τοῦτο τὴν ὕπαρξιν ἅμα τῷ υἱῷ συνουσιω μένον ἐκ τοῦ πατρός . 2.24 Τούτου χάριν οὐδ ' εἰς πλάτος εἴληφεν ἡ ἡμετέρα ἐκ κλησία ἐξ υἱοῦ ὁπωσοῦν λέγειν τὸ πνεῦμα τὸ ἅγιον , ἀλλά γε δὴ δι ' υἱοῦ · τοῦτο γὰρ τὸ ἔμμεσον παριστᾷ καὶ τὴν σχέσιν , ἣν ἔσχηκε πρὸς αὐτὸν εἰς οἰκείαν ἔκφανσιν . οὐ γὰρ ἂν ἄλλως ἐκφανήσεται τὸ πνεῦμα τὸ ἅγιο ν εἰ μὴ ἄρα γε δι ' υἱοῦ. πρώτως γὰρ ἐκ πατρὸς τελείαν ἐσχηκὸς ὕπαρξιν οὐ σὺν ἄλλῳ τῳ οὐδ ' ἐν ἄλλῳ τῳ ἀλλ ' ὡς σὺν υἱῷ τε καὶ ἐν υἱῷ , ἐκεῖθεν αὖθις ἀνέφ ανεν . ἐκεῖνο μὲν οὖν ὀνο μαστέο ν ἐκπόρευσιν , τοῦ το δ ' ἔκφανσιν . τὸ μὲν γὰρ ἐξ οὐρανοῦ κατιέναι τὸ πνεῦμα εἰς Ἰησοῦν βαπτιζόμενον πολλὴν παρίστησι τοῦ νοήματος τὴν ἐνέργειαν . φυλάττομεν δὲ οὕτω λέγον τες καὶ τὴν φύ σιν ἀσύγχυτον καὶ τὴν τάξιν εὐτύ πωτον καὶ τὸν τοῦ κυρίου λόγον ἀμεταποίητον , καὶ τοῖς ὑμετέροις νοήμασι συνερχόμεθα. 2.25 Εἰ γοῦν ἐπί τισι τῶν θεολογησάντων ἐν Ἰταλοῖς εὑρίσ κεται καὶ ἐπὶ τοῦ υἱοῦ τοῦ πνεύματος ἡ ἐκπόρευσις , οὕτω διαλ υτέον τὸ πρόσκομμα , ὡς διὰ τὴν εἰρημένην ἔννοιαν καταχρηστικωτέρως οὗτο ι ἐχρήσαντο τῇ φωνῇ , ἐπείπερ εἰ ἤρετό τις αὐτοὺς τὰ προλελεγμένα , εὐχερέστατα ἂν συνέφησαν καὶ αὐτοί . καὶ ἄλλος δέ τις ἢ καὶ αὐτῶν τῶν ἡμετέρων θεολόγων εἰ οὕτως εἰρήκει , οὐκ ἂν ἔχῃ ἑτέραν ἀπολογίαν . οἶμαι δὲ καὶ ἄλλως τοῦτο συμβῆν αι. ἐπεὶ γὰρ οἱ ἡμέτεροι θεολόγοι, ἐξ ὧν οἱ πάντες ἠρύ σ αντο , τὰς τοῦ ἐκφαίνεσθαι καὶ χορηγεῖσθαι, ἔτι δὲ καὶ προΐεσθαι φωνὰς ἐν τοῖς σφετέ ροις συγγράμμασιν ἔθεντο , ἐν τῇ μεταγλωττήσει οἱ μετα

16



βαλόντες , μὴ ἀκριβῶς συνιέντες τῶν λέξεων πρὸς τὸ ἐκπορεύεσθαι τὸ διάφορον , ἀπερισκέπτως τῇ τοιαύτῃ φωνῇ ἐμπεπτώ κασιν· ὅθεν ἀφορμὴν λαβόντες οἱ θεολογοῦντες ἐν Ἰταλοῖς ἐχρήσαντο καὶ αὐτοί , οἷς καὶ συγγνώμη οὐκ ἀκριβο λογουμέ ν οις τῷ τότε τὰ τῶν φωνῶν . μαρτυρήσει μοι τοῖς λεγομένοι ς ὁ Κύριλλος . Ἀλεξανδρείας δὲ ἦν οὗτο ς καὶ τὰ θεῖα πολὺς καὶ ἄκρος τὴν ἐν τοῖς δόγμασι θεωρίαν καὶ ἐπιστήμην τοῦ πνεύματος . εἰρηκὼς γὰρ ἔν τινι τῶν αὐτοῦ συγγραμμάτων ἴδιον τοῦ υἱοῦ τὸ πνεῦμα , καὶ ἐπιλαβομένου τοῦ ῥητο ῦ Κύρ ου Θεοδ ωρ ήτου –σοφὸς δὲ ἦν οὗτος τὰ θεῖα –μήποτε ὡς ἐκπορευομένου τοῦ υἱοῦ τοῦ πνεύ ματος ὠνό μ ασ εν αὐτὸ ἴδιον , οὐκ ἀντελάβετο τῆς φωνῆς καὶ συγκατέθετο τῷ ῥητῷ ὡς τούτου χάριν γε ἀπεφήνατο , ἀλλ ' ἑτέραν αἰτίαν ἐπήγαγεν , ὡς ὁμοούσιον αὐτῷ καὶ ὁμοδύναμον καὶ ἀεὶ τούτῳ συνομαρτοῦν καὶ παρὰ τούτου διδόμενον ἐκάλεσεν ἴδιον. ταύτης τῆς μαρτυρίας ἔχει τις εἰ πεῖν ἐναρ γέστερον γνώρισμα; ὡς ξένον γοῦν τὸ νόημα τῆς ἐκκλησίας Χριστοῦ καὶ τῷ θείῳ Κυρίλλῳ λελόγιστο , ὃν τὰ πρῶτα κα ὶ μάλιστα ἐν θεολογίᾳ γινώσκομεν . 2.26 Οἴδαμεν οὖν ὡς καί τισι τῶν θεηγόρων ἀνδρῶν τὰ οὕτως ἐν τοῖς θείοις λογίοις λεγό μενα οὐκ εἰς αὐτὸ τὸ πνεῦ μ α ἔδοξεν ἀναφέρεσθαι , ἀλλ ' εἰς χαρίσματα τοῦ πνεύ ματος· λέγεται γὰρ καὶ πνεῦμα τὸ πνευματικὸν χάρισμα καθὼς τὸ πνεῦμα τὸ κύριον . ὡς γοῦν ὁ πατὴρ χαρίσματα δίδωσι τὰ τοῦ πνεύματος ἐν οἷς ἂν βούλοιτο καὶ αὐτὸ δὴ τὸ πνεῦμα αὐτοδέσποτον ὂν καὶ αὐτεξ ο ύσι ον τὰ αὐτοῦ οἷς ἂν ἐθέλῃ , οὕτως ἀμέλει καὶ ὁ υἱὸς τὰ τοῦ πνεύματος δίδω σιν οἷς ἂν ἐπινεύσῃ διὰ τὴν ἀλλήλων συμφυ ί αν καὶ σύμ πνοιαν . οὕτω μὲν οὖν ἐνομίσθη ἐνίοις καθὼς εἰρήκειν . ἀλλ ' ἔγωγε καὶ αὐτὸ τὸ πνεῦμα δίδοσθαι οὐκ ἀπισχυρίζομα ι παρ ' υἱοῦ. ἔχει γὰρ ἐν ἑαυτῷ ὅλον οὐχ ὡς αὐτὸ οὐσιῶ ν, ἀλλ ' ὡς οὐσιωμένον παρὰ τοῦ πατρὸς ἐν ἑαυτῷ προσδεχόμενος τέλειον , ὅπερ φαμὲν παρὰ τοῦ πατρὸς ἐκπορευόμενον διαμένειν ἐν τῷ υἱῷ κἀκεῖθεν ἵεσθαι· ταύτην δὲ τὴν φωνὴν κοινὴν νομίζω τῶν προφορῶν ἄνευθεν δέ γε τοῦ ἐκπορεύεσθαι . 2.27 Οὕτω μὲν οὖν καὶ αὐτὸς καὶ νενόηκα καὶ πεφρόνηκα καὶ λελάληκα , τῷ Χριστῷ πειθόμενος καὶ τοῖς ἐκείνου διδάγ μασι καὶ ἀποστολικοῖς ἀκολουθῶν καὶ πατρικοῖς τοῖς συγ γράμμασι . περίελε γοῦν τὸ μικρὸν τοῦ το πρόσκομμα , πολλὴν ἐμποιοῦν τῇ οἰκουμένῃ διάστασιν· ἀπότεμε τοῦ κοινοῦ συμβόλου τὸ ὀλιγοσύλλαβον ῥῆμα μακρὰς καὶ ἀπεράντους τὰς μάχας ἀπεργαζόμενον . τί τὸν κοινὸν διαλύομεν σύν δεσμον; τί τὸ πνευματικὸν σχοινίον τὸ ἡμᾶς συνάγο ν ἐκ τέμνομεν; τί τὴν τρίπλοκον σειρὰν οὐ διαφυλάττομεν καθὼς ἡμῖν παραδέδοται; τοῦτο γὰρ οὐ ψυχῶν μόνον ὑπῆρχε συναπτικόν , ἀλλὰ καὶ σωμάτων συνεκτικόν . ἐξ ὅτου δὲ δια τέτμηται φθόνῳ σατὰν τοῦ ἀρχῆ θεν τοῖς ἡμετέροις βασκαί νοντος, ὅσα καὶ οἷα ἐποίει κακά ! ὡς ἔοικε γοῦν τῆς ἀρχαίας ἡμετέρας ἀγάπης οὐκέτι ἔχετε μνήμην, ὦ Ἰταλοί. εἰ γοῦν ἐν λήθῃ ταύτης γεγένησθε , ἐγὼ ταύτης ὑμᾶς ἀναμνήσαιμι . οὐκ ἄλλα ἄττα τῶν ἐθνῶν εἰς τοσαύτην προέβη τὴν ὁμόνοιαν καὶ τὴν σύμπνοιαν ὡς Γραικοί τε καὶ Ἰταλοί . καὶ εἰκότως· ἐκ Γραικῶν γὰρ τοῖς Ἰταλοῖς καὶ αἱ λογικαὶ ἐπι στῆμαι καὶ τὰ μαθήματα . κἀντεῦθεν ἵνα μὴ τοῖς ἐθνικοῖς τούτοις ὀνόμασι περιγράφωνται , τῇ πρεσβυτέρᾳ Ῥώμη ἑτέρα νέα ἀντῳκοδόμηται , ἵνα ἐξ οὕτω μεγίστων πόλεων κοινὸν ἐχουσῶν τοὔνομα Ῥωμαῖοι πάντες κατονομάζοιντο καὶ ὡς τὸ τῆς πίστεως κοινὸν οὕτως ἔχοιεν καὶ τὸ τῆς κλήσεως . καὶ ὡς ἐκ Χριστο ῦ ταὐτὸ τὸ τιμιώτατον ἔλαχον ὄνομα, οὕτω καὶ τὸ ἐθνικὸ ν αὐτοῖς ἐπηγάγοντο . καὶ πάντα δὲ τὰ ἄλλα ὑπῆ ρχε τούτοις κοινά , ἀρχαὶ νόμοι λόγοι βουλαὶ δικαστήρια , αὐτὴ ἡ εὐσέβεια , οὐδὲν ὅτι μὴ κοινὸν Ῥωμαίοις τοῖς παλαιοτέροις καὶ νεωτέροις . ἀλλ ' ὢ τῆς μεταβολῆς ! εἰς ἔχθιστον ἄγαν τὰ τῆς προτέρας συμπνοίας κατήντηκε , καὶ καθὼς ἐπερισσεύομεν τῇ φιλίᾳ , οὕτω δὴ ὑπερπερι σσεύομεν καὶ τῷ μίσει . καὶ νῦν προσφέρεσθε ἡμῖν οὐχ ἧττον

17






ἢ τοῖς ἀσεβέσι καὶ περιτετμημένοις , εἰ μὴ ὅτι καὶ μάλιστα καὶ μάχαιρα διακρίνει τὰ καθ ' ἡμᾶς καὶ ξίφος ἐμφιλοχωρεῖ τῇ μιᾷ ποί μ νῃ Χριστοῦ , καὶ ἐπιχαίρει τὰ τῶν ἐθνῶν , οἷς ἡ κλῆσις τοῦ Χρι στοῦ καθυβρίζεται , καὶ ἄσπονδα ἡμῖν πάντη καὶ ἀνειρήνευτ α. 2.28 Τί τὸ προξενῆσ αν ταῦτα; τὸ μικρὸν ῥῆμα τὸ ὑμῖν ἐν τῷ συ μβόλῳ προκείμενον , ὃ κοινὸν τοῖς ἀσεβέσι γινό μενον ὑμεῖς ἀποτεμόντες ἐσφετερίσασθε , ὀλίγον αὐτὸ παρα ποιησάμενοι . ἀλλ ' ἡμεῖς ὅλως παραποιηθῆναι αὐτὸ οὐ βουλόμεθα καὶ δικαίως ἄγαν . φιλαρχικῶς δὲ τοῦ το ὑμεῖς καὶ θρασέως εἰργάσασθε , ὅπερ οὐκ ἔδει . εἴ τι γὰ ρ εἶχες ἄλλο νοεῖν , ἐν ἄλλοις καὶ οὐκ ἐν τῷ κοινῷ παραμιγνύναι ἐχρῆν· «ὅρια πατέρων μὴ μέταιρε » ἀκούεις τοῦ σοφ οῦ συμβουλεύοντος. ἔγωγε τὴν παρακαταθήκην φυλάττω καθὼς παρέλαβον , σὺ δὲ ταύτην παραχαράττεις . τίς οὖν ἐξ ἡμῶν τῆς ἔχθρας αἴτιος; τίς τὴν εἰρήνην ὡς μιση τὴν ἀπο πέμπεται; ἐγὼ τὰ κοινὰ διατηρῶ ἀπαράθραυστα, σὺ δὲ τού τοις παρεμβάλλεις καὶ ἕτερα , ὡς ἂν ἀλλοιωθείη πρὸς τὸ καινότερον . καὶ τίς τῶν ἀδελφῶν σοι πεισθήσεται; τολμήσω γὰρ κατὰ Παῦλον εἰπεῖν· εἴ τις ἐν τῷ συμβόλῳ τούτῳ τῆς πίστεως κεραίαν μίαν προσθεῖν αι πειράσαιτο , κἂν Γραικὸς εἴη κἂν Ἰταλὸς κἂν ἄγγελός τις ἐξ οὐρανῶν, ἔγωγε μὲν τὸ ἑξῆς σιωπῶ τὸ δύσφημον εὐλαβούμενος , ἅτερος δὲ ἐχθρωδέστερον διακείμενος οὐ φείσεται κατειπεῖν . τί γὰρ οἴεσθε ὡς φίλα τὰ τοιαῦτα Χριστῷ διαπράττεσθε; ἐγὼ ὑμῖν ὡς ὄντως διαμαρτύρομαι· καὶ εἰ ἀληθέστατον ἦν τὸ παρ ' ὑμῶν ἐν τῷ συμβόλῳ τεθέν , οὐχ ἕξετε ἂν συγγνώμην καιρῷ τῆς μεγάλης ἐκείνης καὶ δικαίας κρίσεως διὰ τὸ αὐτονόμως ἐν τούτοις βαδίσαι καὶ καινήν τινα ἰδίως ὁδὸν αὐτουργῆσαι τῆς πίστεως . ἐπέγνωσται δὲ ἡμῖν , ὡς οὐδὲ τῆς ὀρθότητος ἔχεται τὸ λεγόμενον· περιαιρετέον οὖν διὰ ταῦτα αὐτό . ἀπότεμε –καὶ αὖθις γὰρ φιλικῶς καὶ ἀδελφικῶς συμβουλεύω σοι–ἐκ τοῦ συμβόλου τὸ σκάνδαλον, μὴ τοσοῦτον ἡμῶν ὁ σατὰν κατισχύσειεν , ὡς εἰς τοσαύτην ἡμᾶς μεταβαλεῖν ἀγερωχίαν καὶ ἔπαρσιν , ὡς μηδὲ διὰ φιλαδελφίαν τοῖς δικαίοις συγκαταβαίνειν καὶ τῶν πατέρων προσηκόντων ἀντέχεσθαι , ἀλλὰ πάντα ἡγεῖσθαι οὐδὲν πρὸς τὰ ὑφ ' ἡμῶν νενοημένα καὶ λελεγμένα . εἰ γὰρ θελήσεις κατὰ τὸ κυρίου παράγγελμα μὴ σκανδαλίζειν ἡμᾶς, εὐχερῶς σοι τοῦτο κατορθωθήσεται . κοινῶς ἑνὶ καὶ νοῒ καὶ λόγῳ πνεύματι τὸ τῆς πίστεως λέξωμεν σύ μβολον καὶ μιᾷ καρδίᾳ καὶ στόματι ἐν πᾶσι τοῦτο διακηρύξωμεν . οὐ μεγάλα ὑμᾶς ἀπαιτοῦμεν καὶ δυσχερῆ οὐδὲ τοῦ δικαίου πόρρω βάλλοντα , ἀλλὰ θεῖά τε καὶ προσήκοντα , δίκαιά τε καὶ ὅσια , οὐδὲ τῷ σατὰν κεχαρισμένα , ἀλλὰ τὰ πεφιλημένα τῷ πνεύματι . ὑπὲρ οὗ γοῦν ὁ πόλεμος , ὑπὲρ τούτου καὶ ἡ εἰρήνη κατορθωθήτω , ἐν ᾗ καὶ μᾶλλον χαίρει θεός . περιβάλωμεν οὖν ἀλλήλους καὶ περιπτυξώμεθα ἐν ὁμονοίᾳ τοῦ πνεύματος καὶ ἀσπασώμεθα ἐν ἁγίῳ φιλήματι , τὰ αὐτὰ φρονο ῦν τες , τὰ αὐτὰ δογματίζοντες , ἵνα ταῖς αὐταῖς σκηναῖς ταῖς αἰωνίαις καὶ μακαρίαις τῷ ἑνὶ συναχθείημεν πνεύματι . κοινὴ γενέσθω τῇ ἡμετέρᾳ ἑνώσει χαρὰ τοῖς οὐρανίοις καὶ ἐπιγείο ι ς · χαιρήσονται γάρ , εὖ οἶδα, ἐν τούτοις ἄγγελοι καὶ πᾶσα ἡ ὑπερκειμένη δύναμις , ὥσπερ ἀρτίως ἀνιῶνται τῇ διαστάσει , οἱ δὲ τοῖς ἡμετέροις ἑπόμενοι νόμοις ἢ λόγοις σκιρτήσαιεν , τοὺς προηγουμένους αὐτῶν ὁμοφρονοῦντας τεθεαμένοι , δαίμονες δὲ σκυθρωπάσαιεν καὶ τὰ ἀσεβῆ τῶν ἐθνῶν καταπτήξαιεν . ὃ καὶ γένοιτο δεύτατα , θεῖε δημιουργὲ τοῦ παντὸς καὶ τῶν γεγενημένων προνοητὰ καὶ τῶν κακῶς φερομένων διορθωτά , ὁ πατὴρ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον , ὅτι σοι πρέπει δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων . ἀμήν .

18




ΕΠΙΤΑΦΙΟΣ ΓΕΩΡΓΙΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΓΙΑ ΤΗΝ ΑΥΤΟΚΡΑΤΟΡΙΣΑ ΕΙΡΗΝΗ 

ΣΤίΧΟΙ ΤΟῦ ΜΕΓάΛΟΥ ΛΟΓΟΘΕΤΟΥ ἐΠΙΤύΜΒΙΟΙ ΕἰΣ ΤὴΝ ΔέΣΠΟΙΝΑΝ ΚΟΜΝΗΝὴΝ ΚΥΡὰΝ ΕἰΡήΝΗΝ .


Ἐμὸν βλέπων ἐνταῦθα τάφον, ὦ ξένε, Μὴ παροδεύσῃ ς τοῦτον ὡς κοινὸν τάφον , Κρύπτει γὰρ ἔνδον οὐκ ἀνώνυμοννέκυν , Οὐ τὴν τύχην ἄδοξον , οὐ τὴν ἀξίαν , Οὐ τῶν ἀφανῶν οὐδὲ τῶν ἐρριμμένων . Ἀλλὰ μαθὼν ἥτις τε κἀκ τίνων ἔφυν , ∆άκρυσον, εἴ τι δακρύων μέτεστίσοι , Καὶ τὸν βροτῶν πένθησον ἀδρανῆ βίον , Μηδὲν σκιᾶς δοκοῦντά τι πλέον φέρειν Καὶ τῶν ἐν ὕπνοις νυκτέρων φαντασμάτων . Ὁ σήμερον γὰρ ζῶν τε καὶ μέγα πνέων Καὶ ταῖς μεγίσταις ἀξ ίαις διαπρέπων Ὥρᾳ τε λαμπρὸς καὶ περίβλεπτος γένει Φθίνει θανὼν αὔριον ὥσπερ τις χλόη, Ὡς ξηρά τις ἄγρωστις , ἡ γραφὴ γράφει . Τοίνυν ἐμῶν ἄκουε συμπαθῶς λόγων Καὶ πρόσχες , εἴ τις ἀκοὴ πρόσεστί σοι. Ἐγὼ βασιλὶς Ῥωμαΐδος τῆς νέας , Προπατορικὸν εὐτυχοῦσα τὸ κράτος Καὶ τοῦ γένους αὔχημα τὴν ἁλουργίδα , Τῆς ἱερᾶς μαίευμα πορφύρας ἔφυν Καὶ φίλον ἐκλόχευμα τῶν ἀνακτόρων . Ὁ μη τροπάτωρ βασιλεὺς γῆς Αὐσόνων , Ἀλέξιος Αὔγουστος Κομνηνῶν γένους· Πατὴρ δὲ λαμπρὸς καὶ γένος καὶ τὴν τύχην , Θεόδωρος Λάσκαρις , οὗ θρύλλος μέγας

Καὶ σεμνὸν εὖχος καὶ πολύζηλα κλέα Ἐν ἀρεϊκαῖς συμπλοκαῖς τε καὶ νίκαις Καὶ τοῖς κατ ' ἐχθρῶν ἀνδρικοῖς παλαίσμασιν . Ἐκ μητρικῆς δὲ νηδύος καὶ τοῦ τόκου Ἔλαχον εὐθὺς τοῦ κράτους τὰς ἐγγύας Καὶ βασιλικοῖς

ἐστολίσθην συμβόλοις , Καὶ τοῦ στέφους κληροῦχος ὡς καὶ τοῦ κράτους Ἐκ τῶν βρεφικῶν ἐγκατέστην σπαργάνων . Εἶτα φθάσασα τὸν νεανίδος χρόνον Κοινωνὸν ἔσχον καὶ λέχους καὶ τοῦ κράτους , Καλὸν μὲν ἰδεῖν , εὐγενῆ δὲ τὴν θέαν , Ἀνακτοφυοῦς ἐκ φυλῆς προηγμένον Τῆς δουκογενοῦς βασιλίδος ὀσφύος , Τὸν ἀνδρικὸν καὶ πρᾶον ὡς ∆αυὶδ νέον Καὶ βριαρὸν τὴν χεῖρα Σαμψὼν ὡς νέον. Τούτῳ συνήφθην ἅμα κοινὸν εἰς λέχος Νέα νέῳ τε γαμικῶς συνεπλάκην , Καὶ συνανεκράθημεν εἰς φύην μίαν Γάμου τε δεσμοῖς ἀλλὰ καὶ πόθου πλέο ν . ∆εσμὸς γάμου συνῆψεν εἰς συσσαρκίαν , Ὁ δ ' αὖ πόθος συνῆψεν εἰς συμψυχίαν . Ἔστεργον αὐτόν , ἀλλ ' ἐστεργόμην πλέον , Ἔτερ πον αὖθ ι ς , ἀλλ ' ἐτερπόμην πλέον . Αὐτὸς πνο ή μοι καὶ γλυκὺ φῶς ὀμμάτων , Ἐγὼ πνοῆς γλύκιον αὐτῷ καὶ φάους Καὶ καρδίας ἥδυσμα καὶ φρένος γάνος , Καὶ ζεῦγος ἦμεν καλλοναῖς πάσαις βρύον, Ὅσαι ψυχὴν καὶ σῶμα κοσμοῦσιν ἅμα . Οὔπω παρηγγείλαμεν εἰς δείλην βίου , Οὔπω παρακμῆς εἶδεν ἡμᾶς ὁ χρόνος , Ἄνθους δὲ καιρὸς εἶχεν ὡς δὲ καὶ χλόης, Θάλλοντας εὐθηνο ῦντας ἀγαθῶν χύσει . Οὐδὲν γὰρ ἀπῆν τῶν καλῶν τῶν ἐν βίῳ, Ὅσα κρατούντω ν ἡδύνο υσι καρδίας Καὶ κῦδος αὐτοῖς προξενοῦσι καὶ κλέος· Πάντα δὲ παρῆν δαψιλῶς καὶ πλησμίως , Νῖκαι κατ ' ἐχθρῶν , εὐτυχεῖς στρατηγί αι , Κράτους πλατυσμὸς καὶ κατάσχεσις πλάτους. Ὑπὲρ τὸν Ἑλλήσποντο ν ἤρθη τὸ κράτος , Εἰς Εὐρώπην ἔφθασεν ἐκ τῆς Ἀσίας Καὶ τὴν Θρᾳκῶν ἐπέσχε καὶ Μακεδόνων Καὶ τῶν πυλῶν ἔψαυσε τῆς Κωνσταντίνου. Ἀνδραποδισμὸς Ἰταλῶν καὶ ζωγρία Καὶ συνεχῆ λάφυρα τούτων καὶ σκῦλα Καὶ παντελὴς δίωξις ἐκ γῆς Αὐσόνων , Ἐκ τοῦ πρὸς ἀνίσχοντα φωσφόρου κλίτους Κἀκ τοῦ δυτικοῦ καὶ πρὸς Εὐρώπην μέρους· Οὐ νῆσος οὐκ ἤπειρος αὐτοῖς εἰς λάχος , Φρούριον αὐτοῖς ἡ Κωνσταντίνου μόνη . Ἀλλ ' ἦλθεν αἴφνης φεῦ τὸ θανάτου ξίφος Ἄελπτον ἀδόκητον ὥσπερ ἐκ λόχου , Καί με πρὸ ὥρας ἐκθερίζει τοῦ βίου· Οὐκ ἔσχε φειδὼ τῆς ἐμῆς ἡλικίας , Οὐ τὴν ἄωρον ἐκτομὴν ὑπεστάλη , Ἀνθοῦσαν ἐξέκοψεν ὡς ὠμὸν στάχυν Πρόρριζον ἀνέσπασεν ὡς φθιτὸν φθίνον . Τὸ καρτερικὸν ἐν μάχαις τοῦ συζύγου , Τὸ δ ' αὖ περιδέξιον εἰς δεινῶν λύσιν Ἤλεγξεν οἴμοι τοῦ πάθους ἡ στερρότης· Ἀργὸ ν γὰρ αὐτῷ πᾶν ξίφος καὶ πᾶν δόρυ



Καὶ πᾶν μάχης ὄργαν ον ἄπρακτον φθάνει – Πρὸς γὰρ ἀσάρκους δυσμενεῖς τί καὶ δράσῃ; – Μόνοις δὲ κλαυθμοῖς καὶ γόοις προσανέχει Πάννυχον ἅμα καὶ πανήμερον χρόνον . Οἴμοι τίς αὐτῷ τὸν πολὺν στήσει γόον; Ἢ τίς ἐπίσχῃ τὴ ν φορὰ ν τῶν δακρύων; Τίς τῶν στεναγμῶν μετριάσει τὸν κτύπον; Τίς δὲ πραϋνεῖ τοῦ λογισμοῦ τὴν ζάλην; Τῆς καρδίας τίς ἡμερώσει τὸν σάλο ν; Τίς παρακαλῶν καὶ παρήγορος φθάνων Ἐξευμαρίσει τὸ τραχύνον τῆς λύπης; Ὡς δειλιῶ –καλὸς γάρ ἐστι καὶ νέος– Μὴ τοῖς ὀδυρμοῖς συντα κῇ καὶ τοῖς γόοις . Ποθ ῶ γὰρ αὐτὸν ἐς πολὺν ζῆσαι χρόνον , Ἄωρον αὐτὴ κἂν ἔλιπον τὸν βίον· Πνέω δὲ τοῦτον , κἂν τελῶ πνοῆς δίχα . Τοιοῦτον εὗρον τέρμα τοῦ βίου, ξένε. Ἀλλὰ πρὸς αὐταῖς τοῦ βίου ταῖς ἐξόδοις Μακρὰν σκορακίσασα τὴν ἁλουργίδα Καὶ σύ μβ ολον πᾶν ἀρχικὸν καὶ τοῦ κράτο υ ς , Τὸ τῶν μοναχῶν εὐτελὲς τουτὶ ῥάκος Ὡς κόσμον ἐντάφιον ἐνσ το λ ι σ άμ ην . Κλ ῆρος δέ μοι νῦν ἐκ τοσ ού το υ τοῦ κράτο υ ς Βραχὺ μέρος γῆς καὶ τραχὺς οὗτος λίθος , Ἃ τὴν ἐμὴν κρύπτουσιν ἐνθαδὶ κόνιν . Σὺ δ ' εἴ γε τοῖς κλαίουσιν οἶδας συγκλάειν Καὶ συλλυπεῖσθαι συμπαθῶς τοῖς ἐν λύπαις , Τὸ φιλόκο ινον ἦθος ἀσπαστὸν κρῖ νο ν Λιταῖς τὸ θεῖον εὐμενὲς ἡμῖν τίθει, Ὡς τὴν Ἐδὲμ λάβοιμ εν εἰς κλῆρον νέον Καὶ πραέων γῆν εἰς ἀίδιον λάχος .


ΑΡΧΑΙΟΓΝΩΜΩΝ















> Related Posts Plugin for WordPress, Blogger...